Unregistered user (3.145.179.252). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 10739 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/10739

Information mentioned in this text

    TM 10739

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.fam.tebt.21

    1 ἔτου[ς] ἕκτου Αὐ̣[τ]ο̣κ̣[ρ]άτ̣ορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Καισαρίου νουμηνίᾳ
    2 ἐν Τεπτύνι* τ[ῆ]ς̣ Π[ο]λ̣έμωνος μερίδος τ̣οῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Διδυμάριον Ἡρακλείδου
    3 ὡς (ἐτῶν) μη ἄσημ̣ος̣ μετὰ κυρίου τοῦ πρὸς μητρὸς ἀνεψειοῦ* Κρονίου τοῦ Λυσανίου ὡς (ἐτῶν) νβ
    4 οὐλὴ τραχήλῳ ἐγ̣* [δε]ξειῶν* τοῖς ἑαυτῆς ὁμοπατριοι* καὶ ὁμομητριοι* ἀδελφοῖς Ἡρακλείδῃ
    5 τῷ καὶ Οὐαλερίωι ὡ̣ς (ἐτῶν) μδ οὐλὴ γόνατι δεξιῷ καὶ Λυσιμάχῳ ὡς (ἐτῶν) λη οὐλὴ γόνασι*
    6 ἀριστερῷ ἐπὶ παρούσης τῆς πάντων μητρὸς Διδύμης τῆς Λυσιμάχου ὡς (ἐτῶν) οε οὐλὴ
    7 ὀφρύει* ἀριστερᾷ, τα̣ύ̣της δὲ μετὰ κυρίου ἑνὸς τῶν υἱῶν Λυσιμάχου, ____ τὴν Διδυμάριον
    8 ἀπέχιν* π̣αρὰ τῶν δύο ἀδελφῶν διὰ χειρὸς ἀργυρίου δραχμὰς ἑξακοσίας ὑπεσχ̣ημένας
    9 ὑπὸ τοῦ πά̣ν̣τ̣ω̣ν̣ [π]ατρ̣ὸς Ἡρακλείδου Μάρωνος, ὣς* τετε̣λεύτηκεν, πρὸς οἷσι τῇ Διδυμαρίῳ
    10 κατὰ συ̣νγραφὴν γ̣[ά]μου τελειωθεῖσαν διὰ τοῦ αὐτοῦ γραφείου τῷ ἐνάτῳ ἔτι* θεοῦ Τραιανοῦ,
    11 μεθʼ ἃς προσήνεγκ̣ε̣ν αὐτῇ κατὰ τὴν αὐτὴν συμβίωσιν φερνὴν ἀργυρίου δραχμὰς πεντακοσία\ς/,
    12 ἁπάσας δραχμὰς χε[ιλ]ί̣ας* ἑκατὸν συναχθείσας, καὶ κατὰ συνχώρημα τοῦ πατρὸς ἐπὶ τοῦ
    13 δεκάτου ἔτο̣υς θε̣[οῦ] Τραιανοῦ ἐπαγομένων ἕκτῃ διὰ τοῦ αὐτοῦ γραφείου, ὑπὲρ ὧν
    14 καὶ μὴ ἐπελεύσα[σ]θαι* τὴν Διδυμάριον μηδὲ τοὺς παρʼ αὐτῆς ἐπὶ τοὺς δύο ἀδελφοὺς
    15 μηδὲ ἐφʼ ἑκάτ̣ερ̣ο̣[ν] αὐ̣τῶν μηδὲ ἐπὶ τοὺς παρʼ αὐτῶν ἀλλὰ μηδὲ περὶ ἑτέρου ἁπλῶς
    16 πραγατ[ο]ς* ἐνγρά[π]τ̣ου̣ μηδὲ ἀγράφου̣ μηδὲ̣ ὠφειλήματος* μηδὲ παντὸς τῷ καθόλου
    17 συναλλά̣γ̣ματος ἀπὸ μηδενὸς ορμ[.]υ μέχρι δικα̣ίου ἀπὸ τῶν ἔνπροσθεν χρόνον* μέχρι
    18 τῆς ἐνεστώσης ἡμέρ̣ας παρευρέσι* μη[δε]μίᾳ, την* δὲ μητέραν* Διδύμην* προσομολογεῖ αὐτόθεν
    19 ἀποκεχαρίσθαι τῇ θ̣υ̣γατρὶ Διδυμαρῳ* ἐνυδίων* χρυσιῶν* ἀληθεινοπείνων* ζεῦγος τεταρ-
    20 τῶν τεσσ̣άρων [κ]α̣[ὶ] [σ]τ̣ολὴν πορφυρῆν* μονοκιτονον̣* ἅ̣περ ἅπαντα παριληφέναι* [τ]ὴν Διδυ-
    21 μάριον κα̣[ὶ] ἐπ̣[άναγκ]ον̣ αὐτὴν Διδύμην αὐτόθεν φυ[λ]ά̣ξειν τῇ θυγατρὶ Διδυμαρίῳ ἀνε-
    22 ξαλλοτρίωτον [κ]α̣ὶ̣ ἀκαταχρημάτιστον κατὰ πάντα τρόπον ὃ προσυνεχώρησεν αὐτῇ κατὰ
    23 την* πρ̣οσονομαζομενην* ἐπὶ τοῦ δεκάτου ἔτους Τρ̣α̣ιανοῦ ἐπαγομένων ἕκτῃ συνχώρη-
    24 μα ἥμυσ̣ι̣* μ̣έ̣ρο[ς] ο̣ἰκίας καὶ αὐλῆς ἐν Τεπ̣τύνι*. Διδυμάρ[ιο]ν̣ Ἡρακλείδου μετὰ κυρίου τ̣οῦ ἀ̣νεψιοῦ
    25 Κρονίου τ̣οῦ Λ[υσ]α̣νίου ὁμολογῶ ἀπέχιν* παρὰ τῶν ἀδε̣λφῶν μ[ο]υ Οὐαλερίου καὶ Λυσιμάχου
    26 διὰ χειρὸς ἀ̣ργ̣υ̣ρ̣[ίου] δ̣ρ̣α̣χμὰ̣ς̣ ἑξακοσίας δηλωθε̣ντας* διὰ τῆς συνγραφῆς πρὸς οἷσίν
    27 μοι τὸν πατέρα ὑπὲρ ὧν καὶ οὐκ ἐπελεύσομαι ἀλλὰ οὔτε περὶ ἑτέρου ἁπλῶς πρά-
    28 γματος μέχρι τῆς ἐνεστώσης ἡμέρ̣ας καὶ παρ̣είληφα̣ τὸ ἐνυδιον* καὶ τὴν στολὴν καθὼς
    29 πρόκιται. Κρονί̣ων ἔγραψα καὶ ὑπὲρ αὐτὴς μὴ ἠδυης ⟦υδυης⟧* γράμματα. Λυσίμαχος Ἡρακλείδου
    30 καὶ ἡ μήτηρ Διδύμη Λυσιμάχου μετὰ κυρίου ἐμοῦ, γέγονε ἡ ἀποχὴ εἴς με Λυσίμαχον
    31 κ̣αὶ Οὐαλέριον τῶν̣ δραχμῶν ἑξακοσίων, ἡ δὲ μήτηρ Διδύμη ἀποκεχάρισθαι* τῇ θυ-
    32 γ̣ατρὶ Διδυμαρίῳ τὸ ἐνυδιον* καὶ τὴν στολὴν πορφυρῆν* καὶ ἐπάναγκον φυλάξειν
    33 [α]ὐτῇ ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον ἡ* συνεχώρησε αὐτῇ ἥμισυ μέρος
    34 [ο]ἰκ̣ίας καὶ ἀλλῆς* ἐν Τ̣επτύνι*. Λυσίμαχος ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὴ ἠδύης* γράμματα.
    35 [Ἡ]ρα̣κ̣λ̣είδης ὁ καὶ Οὐαλέρ̣ιος, γέγονε εἴς με καὶ τὸν ἀδε̣λφόν μου Λυσίμαχον ἡ ἀποχὴ
    36 κ̣α̣θ̣ὼ̣ς πρόκειται. ἀνατέτακται̣ διὰ Λουρίου τοῦ καὶ Ἀπολλωνίου τοῦ πρὸς τῷ γραφείῳ
    37 κώμης Τεπτύνεως κ̣αὶ Κερκεσούχον* Ὠρους ⟦ορους⟧* Πολέμονος μερίδος ἔτους ἕκτου
    38 Α̣ὐτο̣κράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ νουμηνίᾳ.

Display options

Text:

- original, uncorrected text with diacritics (omit)

- including line breaks (omit)

- omitting links to TM Words e.a. (add)

omit all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left