TM 12050
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mich.9.557
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Ἀρίστου ⸺ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ μηνὸς Καισαρείου ἐπαγομένων δ ἐν ⸺ Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν ἀλλήλοις Πνεφερῶς Σαταβοῦτος ὡς ἐτῶν τεσσαράκοντα τριῶν oὐλὴ πήχει ἀριστερῶι ὑπτίωι ⸺ καὶ Πτολεμαῖος Φανομγέως ὡς ἐτῶν εἴκοσι ἓξ oὐλὴ δακτύλωι τρίτωι χειρὸς ἀριστερᾶς διειρῆσθαι πρὸς ἑαυτοὺς ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τὴν γεωργίαν ὧν γεωργοῦσι περὶ μὲν Πατσῶντιν βασιλικῆς γῆς ἀρουρῶν δέκα ὀγδόου δυοτριακοστοῦ τετρακαιεξηκοστοῦ καὶ ἐκ τῆς Ἀνθιανῆς οὐσίας ἀρουρῶν δύο ἡμίσους, περὶ δὲ Καρανίδα βασιλικῆς γῆς ἀρούρης μιᾶς ἑκκαιδεκάτου ἐπὶ παντὸς δὲ τοῦ ἀρουρηδοῦ ἢ ὅσου ἐὰν ἦι · καὶ ἐξ ἧς πεποίηνται πρὸς ἑαυτοὺς ἐξ εὐδοκούντων ἐκ κλήρου διαιρέσεως λελογχέναι καὶ ἐπανειρῆσθαι ⸺ τὸν μὲν Πνεφερῶν εἰς τὸ ἐπιβάλλον αὐτῶι μέρος ἀπὸ μὲν τῶν περὶ Πατσῶντιν ⸺ ἀρούρας ἓξ ὄγδοον δυοτριακοστὸν τετρακαιεξηκοστὸν ἐν ἓξ σφραγῖσι ὧν εἰσιν ⸺ ἐν ταῖς Πεντήκοντα σφραγῖδες τρεῖς ἀρουρῶν τριῶν καὶ ἐν τῇ τῶν Ἱππέων κοιλάδι σφραγὶς μία ἀρούρης μιᾶς ὀγδόου δυοτριακοστοῦ τετρακαιεξηκοστοῦ καὶ ὑπὸ τὴν καινὴν διώρυγα ἄρουρα μία, καὶ ἐν τῇ Τατνούει ἄρουρα μία, τὸν ⸺ δὲ Πτολεμαῖον εἰς τὸ καὶ αὐτῶι ἐπιβάλλον μέρος περὶ Πατσῶντιν βασιλικῆς γῆς ⸺ ἀρούρας τέσσαρας ἐν τρισὶ σφραγῖσι ὧν ἐστιν ἡ πρώτη ἐν τῶι Στρατηγικῶι ἀρουρῶν δύο τετάρτου, ἡ δὲ δευτέρα ἐν τοῖς Γεείνοις ἀρούρης μιᾶς, ἡ δὲ τρίτη ἐν τῆι Τατνούει ἀρούρης ἡμίσους τετάρτου καὶ τὰς τῆς Ἀνθιανῆς οὐσίας ἀρούρας δύο ἥμισυ καὶ τὴν περὶ Καρανίδα βασιλικῆς γῆς ἄρουραν μίαν ἑκκαιδέκατον [---][.][---] [--------------------]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)