TM 12141
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mich.5.332dupl_1
Ὀρσεῦς Ὀρσεῦτος ὁμολογῶ πεπρακέναι Κρονίωνι Λαβήσεως κατὰ τήνδε τὴν ὁμολογίαν ταύτην ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τέταρτον μέρος κοινὸν καὶ ἀδιαίρετον τῆς ὑπαρχούσης μοι οἰκίας τριστέγου καινῆς καὶ τῶν συγκυρόντων πάντων ἐν Τεβτύνει · ὧν γείτονες τῆς ὅλης οἰκίας νότου υἱῶν Πανῶτος οἰκία καὶ αὐλὴ καὶ ἐπί τι μέρος Χράτου τοῦ Ἱππάλου οἰκία, βορρᾶ υἱῶν Ἁτρῆτος καὶ υἱῶν Ἡρακλείτου τοῦ Μάρωνος καὶ Ὀρσεῦτος πρεσβυτέρου Παώπιος εἴσοδος καὶ ἔξοδος, λιβὸς τοῦ υἱοῦ ἡμῶν Ὀρσεῦτος καὶ Ἀρείου τοῦ Πατύνεως αὐλή, ἀπηλιώτου ῥύμη βασιλική. καὶ ἀπέχω παρὰ τοῦ Κρονίωνος τὴν συνκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσω πάσῃ βεβαιώσει ἀπὸ μὲν δημοσίων τῶν ἐκ τῶν ἐπάνω χρόνων μέχρι μηνὸς Φαρμοῦθι καὶ αὐτοῦ τοῦ μηνὸς Φαρμοῦθι τοῦ εἰσιόντος ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. εὐδοκεῖ δὲ ἡ γυνή μου Τααρμιῦσις Πατύνεως τῇ ὁμολογίᾳ ταύτῃ καὶ μὴ ἐπελεύσεσθαι μηδʼ ἐγκαλέσειν μηδʼ ἄλλον ὑπὲρ αὐτῆς καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.p.mich.5.332dupl_2
Ὀρσεῦς Ὀρσεῦτος Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ γυνή μου Τααρμιῦσις Πατύνεως μετὰ κυρίου ἐμοῦ, οἱ δύο ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, ἔχομεν τὸ δάνειον παρὰ Κρονίωνος τοῦ Λαβήσεως τὰς τοῦ ἀργυρίου ἐπισήμου κεφαλαίου δραχμὰς ἑκατὸν τριάκοντα δύο, τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῆι μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω ἐν μηνὶ Φαρμοῦθι τοῦ εἰσιόντος ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῶν Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα.p.mich.5.332dupl_3
ὑποθήκη Ὀρσεῦτος πρὸς Κρωνείωνα.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- with exclusive highlights of Formulae (omit)