TM 14880
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
sb.20.14401
1 Ποπλίῳ* Μάρκ̣ῳ* Κρί̣σπωι τῶι κρατίστῳ ἐπιστρατήγῳ2 παρὰ Πτολεμαίου Διοδώρο̣υ̣ το[ῦ] καὶ Διοσκόρου τῶν ἀπὸ τοῦ Ἀρσινοείτου*.
3 πά̣ν̣των αἴσχιστον τῶν ἐν̣ βίῳ ἀτοπημάτων ἐστὶν τὸ τοὺς ἐλευθέρους τύ-
4 [πτ]ε̣σ̣θαι καὶ ὑβρίζεσθαι κ̣α̣ὶ μ[άλ]ιστα ὑπὸ δούλων εὐώνων ἢ καὶ ὑπὸ ὀψωνια-
5 ζομένων. τοῦτο δὲ χεῖρόν ἐσ̣τιν ὕ̣βρεως ἀνηκέστου. πολλάκις οὖν, κύριε, βου-
6 λόμενοι ἐγ̣δ̣ι̣κίας* τυχεῖν, ἀπ̣ο̣ρ̣οῦμεν διὰ τὸ μακρὰν εἶναι τοῦ ἐνθάδε δικαίου. ὧν
7 ἐστιν Πτολεμαῖος υἱὸς Πάππο̣[υ] τ̣ινὸς γεγυμνασιαρχηκότος ἀπὸ τοῦ αὐτοῦ Ἀρσινο-
8 είτου*, α̣ὐ̣θάδης τῷ τρόπῳ κ[αὶ] [βί]α̣ι̣ο̣ς̣, δανιστιμὸν* βίον̣ ζῶων* καὶ πράσσων ἀνόσια
9 πάν̣[τα] ἀ̣πειρημένα, στατηρι̣[αίο]υ̣ς̣ τόκους ἀπαιτῶν τῇ περὶ αὐτὸν ἐν τῷ νομῷ
10 δυν̣[άμε]ι, παρηγησάμενος τὰς τῶ[ν] ἐ̣πάρχων κρίσεις καὶ τὰς τῶν Αὐτοκρατόρων
11 ἐντ̣ο̣λάς, ἐν οἷς κἀ̣μοὶ τὸ αὐτὸ διεπράξατο, καὶ στατηριαίους τόκους πράσσει,
12 ἐ̣π̣ι̣κατερχόμενος εἰς τὰς κ̣[ώμ]ας μετὰ πλήθους κ̣αὶ ὕ̣βρεις πλείστας τοῖς ἁπ-
13 [τομ]έ̣ν̣οις παρεχόμ̣ενος. π̣[ολλά]κ̣ις οὖν κἀμοί, κύριε, τὸ αὐτὸ ποιήσας ἀλόγους ὕβρις*
14 [διὰ] τ̣ῶ̣ν ὑπʼ αὐτοῦ, ἐ̣ὰν βου̣[λη]θ̣ῶμεν στρατηγῷ ἐ̣ν̣τυχεῖν περὶ τῆς αὐτοῦ βίας
15 [τὰ] ὑ̣πάρχοντα ἕ̣ως τοῦ [ν]ῦ̣ν ἐ̣φέλκεται ἐπὶ τὰ στρατήγια καὶ συνεδρεύουσι τῷ δικασ-
16 [τ]ῇ. ἐ̣κ̣ τούτου συμβ̣αίνει μὴ τυγχάνειν ἡμᾶς ἐγδικίας*. ἀποδείξω δὲ αὐτὸν {ἀποδίξω}*
17 δά̣νι̣ον* ἐν μιᾷ κώμῃ ἐκ̣δανίσαντα τρία ἥμισυ τὰ λεπτὰ κατὰ μέρος λαμβάνων-
18 [τα]* σ̣τ̣ατηριαῖον τ̣όκον ὡς συνάγεσθαι κατʼ ἔτος ἡμιόλιον, ὃν καὶ εὑρήσεις παρʼ ἐ-
19 νίων ὀκταπλάσιον του* καὶ ἄλλου εἰληφότα ἐν ὀλίγο<ι>ς ἔτεσι, ὅπερ ἀπείρηται πλέ̣-
20 ον̣ τ̣ο̣ῦ ἴσου κεφαλ[α]ίου τόκον \μὴ/ ἐκπράσσεσθαί τινα παντὶ τῷ χρόνῳ. τῶν οὖν
21 το̣ι̣ούτων ἐπιστά̣σεως ὀφιλόντων* τυγχάνειν, ἐπὶ σὲ τὴν καταφυγὴν \ἐ/ποι-
22 ησά̣μ̣ην τὸν πάντων εὐεργέτην ὅπως ἐ̣[ν] τοῖς εὐμενεστάτοις τοῦ κυρίου
23 ἡμῶν Ἀντωνίνου [κ]α̣ι̣ροῖς <δυνηθῶ> ἐν τῇ ἰδίᾳ συνμένειν* <καὶ> κελεύσῃς γραφῆναι τῷ τῆς
24 Ἡ̣ρ̣α̣κ̣λ̣είδου στρ̣[α]τηγῷ ὅπως ἀνεπηρέαστος καὶ ἀνύβριστος ὑπὸ τοῦ Πτολεμαίου
25 φυλαχθῶ καὶ <οὗ> ἀπ̣ο̣δέδωκα εἰς τόκον̣ περισσὸν τοῦ δραχμιαίου εἰς κεφάλαι-
26 όν μοι ἐλλογηθῆν̣αι, καὶ ἐάν τι φανῶ αὐτῷ ὀφείλων μετὰ ταῦτα, ἰσχύσω αὐτῷ
27 ἀποδῶναι* εὐγνω̣μόνως, εἰς δὲ ἀπόδιξιν* τῶν προγεγραμμένων τὸν στρατηγὸν
28 κελεῦσαι ἀχθῆναι ἐπʼ αὐτὸν Ἀφρ̣[ο]δί̣σ̣ι̣ό̣ν τ̣[ιν]α καὶ Ζωίλον ὀψωνιαζομένους
29 ὑπʼ αὐτοῦ μετὰ τῶν ἀκ̣ε̣ραιωμ̣[ένω]ν̣ τῆ[ς] [ε]ἰσπράξεως τῶν τόκων, λαμβά-
30 νων αὐτῶν ἱκανὸν ἑπὶ τὴν σὴν διάγ̣ν̣ω̣[σι]ν̣,
31 καὶ ἐκ τούτου φανήσεται ἡ ἐκείν̣ο̣υ ἰ̣δ̣ία διαπρασσομένη, ἵνʼ ὦ ὑπὸ σοῦ βεβοηθημένος.
32 διευτύχει.
33 (ἔτους) ια, Φαῶφι κα̣.
34 τῷ στρατηγῷ ἔντυχε. ἀπόδος.
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)