Session for Open Sunday user.
Log in with a personal account

Please log into your personal or institutional single-user account with your email and password.

I have forgotten my password

I want to set up a personal profile

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

Why? What changes? How to pay?x

TM 15322 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/15322

Information mentioned in this text

    TM 15322

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.muench.1.14_1

    † ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμων βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δωδεκάτου καὶ ὑπατείας τῆς αὐτοῦ γαληνότητος ἔτους ἑνδεκάτου ____ ____ † Μεχεὶρ κα τῆς ιβ ἰνδικτίονος ἐν Συήνῃ †. † ταύτην τίθενται καὶ ποιοῦνται τὴν ὁμολογίαν τῶν διαλύσεων ἀναιρετικὴν οὖσαν πάσης μέμψεως καὶ ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐγκλήσεως καὶ ζητήσεως καὶ ἀμφισβητήσεως ____ ἐκ μὲν τοῦ ἑνὸς μέρους Φλαύιος Ἰωάννης υἱὸς Ἰακώβου ἐκ μητρὸς Ταπίας στρατιώτης ἀριθμοῦ Συήνης διὰ ____ τοῦ λεγομένου Πσῆρε ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυωμένου καὶ ἀναδεχομένου τὴν γνώμην τοῦ αὐτοῦ Ἰωάννου ἐπὶ πᾶσι τοῖς ἐμφερομένοις καὶ ἑξῆς δηλωθησομένοις ταύτῃ τῇ διαλύσει ____ ἐκ δὲ θατέρου Πατερμοῦθις υἱὸς Μηνᾶ ναύτης ἀπὸ τῆς αὐτῆς Συήνης τὰ ἑξῆς ὁμολογοῦντες ὡς ὑποτέτακται. ____ Πατερμοῦθις ὁ προγεγραμμένος ἐνήγαγεν Ἰωάννῃ τῷ προειρημένῳ ὡς παρʼ ἅπαντα τὸν τοῦ δικαίου λόγον ἐνέτυχεν κατʼ αὐτοῦ Καλλινίκῳ τῷ ἀνδρειοτάτῳ βικαρίῳ Ἑρμώνθεως ἀναπληροῦντι τὸν τόπον Ἀμμωνιανοῦ τοῦ μεγαλοπρεπεστάτου τοποτηρητοῦ καὶ παρὰ τὴν αὐτοῦ αἰτίασιν ἐζημιώθη νομίσματα ἑπτὰ καὶ ταῦτα ἔχοντος αὐτοῦ ἐγγράφους διαλύσεις γεγενημένας παρʼ αὐτοῦ Ἰωάννου εἰς αὐτὸν Πατερμοῦθιν καὶ Κακὸ τὴν αὐτοῦ γαμετὴν ἀδελφήν τε αὐτοῦ τοῦ προειρημένου Ἰωάννου, διʼ ὧν ὡμολόγησεν ἀπηλλάχθαι περὶ τῆς κληρονομίας τοῦ πατρὸς αὐτοῦ καὶ μηκέτι μηδένα λόγον ἔχειν αὐτὸν πρὸς τὸν εἰρημένον Πατερμοῦθιν μήτε τὴν αὐτοῦ γαμετὴν ἕνεκεν οἱουδήποτε πράγματος ἀνήκοντος τῷ μακαρίτῃ αὐτῶν πατρί. ____ Ἰωάννης δὲ ἀντιδικαιολογούμενος ταῖς ἐπενεχθείσαις αὐτῷ ἐναγωγαῖς παρὰ Πατερμουθίου τοῦ προγεγραμμένου ἔφη τὴν τοιαύτην προσέλευσιν γεγενῆσθαι παρʼ αὐτοῦ κατὰ Πατερμουθίου ὡς ἐμποδίσαντος τῇ μητρὶ αὐτοῦ ἀπαλλάξαι αὐτὸν πρὸς τὴν δοθεῖσαν αὐτῷ ἔγγραφον ἐπίκρισιν παρὰ Παείωνος τοῦ λογιωτάτου γραμματικοῦ ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας αὐτῆς. καὶ πολλῶν ὅσων λεχθέντων καὶ ἀντιλεχθέντων μεταξὺ ἀλλήλων ἔδοξεν κατὰ κοινὴν συναίνεσιν ἀπαντῆσαι αὐτοὺς εἰς δίαιταν παρὰ Σερῆυ τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ τῆς ἁγίας ἐκκλησίας Ὄμβων εὑρεθέντι κατὰ τύχην ἐν ταύτῃ τῇ Συηνιτῶν. ____ καὶ δὴ γενόμενοι παρὰ τῇ αὐτοῦ θεοφιλείᾳ ἑκάτερον μέρος ἀνέθετο αὐτῷ τὰς ἑαυτοῦ δικαιολογίας, ὅστις ἀκροασάμενος τῶν μεταξὺ αὐτῶν ἀμφιβαλλομένων, διελθὼν δὲ καὶ τὰς διαλύσεις τὰς προενεχθείσας παρὰ Πατερμουθίου γενομένας εἰς αὐτὸν καὶ Κακὸ τὴν αὐτοῦ γαμετὴν παρὰ Ἰωάννου τοῦ προειρημένου, οὐ μὴν ἀλλὰ καὶ ἐπιδὼν τὴν ἐπίκρισιν τὴν δοθεῖσαν Ἰωάννῃ καὶ τῇ μητρὶ αὐτοῦ παρὰ τοῦ αὐτοῦ λογιωτάτου γραμματικοῦ ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας, διʼ ἧς ἐπέκρινεν καὶ συνεῖδεν δοθῆναι Ἰωάννῃ παρὰ τῆς μητρὸς αὐτοῦ νομίσματα τέσσερα, καὶ αὐτοῦ Ἰωάννου ἐπιμείναντος καὶ λέγοντος, ὡς ἐμποδισθεὶς παρὰ Πατερμουθίου τοῦ εἰρημένου λαβεῖν παρὰ τῆς μητρὸς αὐτοῦ τὰ αὐτὰ νομίσματα τέσσερα ᾐτιάσατο αὐτόν, συνεῖδεν καὶ ἐπέκρινεν ὁ προειρημένος θεοφιλέστατος διαιτητής, ὥστε πρὸ παντὸς λόγου καταβαλεῖν Ἰωάννην τὸν προλελεγμένον ἐπὶ Πατερμοῦθιν χρυσοῦ νομίσματα πέντε ὑπὲρ ἧς ἔλεγεν δεδόσθαι ζημίας παρʼ αὐτοῦ τῷ βικαρίῳ τῆς Ἑρμωνθιτῶν, ____ ἔχειν δὲ αὐτὸν Ἰωάννην πρὸς Ταπίαν πρὸς τὴν μεσιτείαν τὴν γενομένην εἰς αὐτὸν καὶ αὐτὴν τὴν μητέρα αὐτοῦ, καὶ οὕτως γενέσθαι παρὰ τῶν ἀμφοτέρων μερῶν γενικὰς διαλύσεις εἰς ἑαυτούς. τούτων οὕτως ἐπικριθέντων παρὰ Σερῆυ τοῦ προγεγραμμένου θεοφιλεστάτου πρεσβυτέρου, καθʼ ἑαυτοὺς γενόμενοι συνῄνεσαν πρὸς ἀλλήλους φιλικῶς, ὥστε καταλογισθῆναι Πατερμουθίῳ ὑπὲρ Ἰωάννου τὰ τέσσερα νομίσματα, ἅπερ ὡρίσθη λαβεῖν παρὰ Ταπίας τῆς μητρὸς αὐτοῦ πενθερᾶς δὲ τοῦ αὐτοῦ Πατερμουθίου, καὶ λαβεῖν παρὰ τοῦ αὐτοῦ Ἰωάννου ἄλλο ἓν νόμισμα εἰς συμπλήρωσιν τῶν πέντε νομισμάτων πρὸς τὴν μεσιτείαν τοῦ αὐτοῦ θεοφιλεστάτου πρεσβυτέρου. ____ τούτων οὕτως γενομένων καὶ ἀπαλλαγέντων πρὸς ἀλλήλους εἰς ταύτην εἰκότως ἀφίκοντο οἱ προειρημένοι Ἰωάννης καὶ Πατερμοῦθις τὴν ἔγγραφον ὁμολογίαν τῆς διαλύσεως, διʼ ἧς ὁμολογοῦσιν ἑκουσίᾳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ διανοίᾳ καὶ ἀτρέπτῳ λογισμῷ δόλου παντὸς χωρὶς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείας καὶ κακοηθείας καὶ ἐλαττώματός τινος καὶ παντὸς φαύλου διανοήματος, Ἰωάννης μὲν διὰ Πσῆρε τοῦ προγεγραμμένου αὐτοῦ ἐγγυητοῦ καὶ γνωμαναδόχου, μηκέτι μηδένα λόγον ἔχειν πρὸς Πατερμοῦθιν μήτε πρὸς Κακὸ τὴν αὐτοῦ σύμβιον μήτε πρὸς Ταπίαν τὴν μητέρα αὐτοῦ τε καὶ Κακὸ μήτε πρὸς κληρονόμους αὐτῶν ἢ διαδόχους ἢ διακατόχους οὐκ ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἢ ἀφορμὴν ἢ μέθ’οδον ἢ εὑρεσιλογίαν μήτε μὴν δύνασθαι αὐτὸν δίαιταν κινεῖν κατʼ αὐτοῦ Πατερμουθίου καὶ Κακὸ τῆς αὐτοῦ συμβίου καὶ Ταπίας τῆς προειρημένης μήτε τὴν οἱανδήποτε ζήτησιν ἐπιξῦσαι αὐτῶν ἐν οἱῳδήποτε καιρῷ ἢ χρόνῳ οὐκ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ ἑαυτοῦ οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου οὐ διὰ θείων βέρβων περὶ οἱουδήποτε πράγματος μικροῦ ἢ μεγάλου ἀνήκοντος τῇ κληρονομίᾳ τῶν γονέων αὐτοῦ, διὰ τὸ ἀπηλλάχθαι αὐτὸν κρίσει καὶ μεσιτείᾳ τοῦ προειρημένου διαιτητοῦ κατὰ τὸν προαφηγηθέντα τρόπον. καὶ εἰ ἐπιχειρήσειεν ἔτι ἐπεξιέναι αὐτοῖς καθʼ οἱονδήποτε τρόπον οἱῳδήποτε καιρῷ ἢ χρόνῳ, οὐδὲν μὲν ὠφεληθήσεται τοῦ ἐπιχειρήματος, ἐπιγνώσεται δὲ λόγῳ προστίμου καὶ παραβασίας χρυσοῦ νομίσματα δώδεκα κινδύνῳ Πσῆρε τοῦ ἐγγυησαμένου αὐτὸν διὰ ταύτης τῆς ἐγγράφου ὁμολογίας, ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἔκ τε αὐτοῦ τοῦ ἐγγυητοῦ καὶ πάντων τῶν αὐτῷ ὑπαρχόντων καὶ ὑπαρξόντων γενικῶς καὶ ἰδικῶς. ____ ὁμολογεῖ δὲ καὶ αὐτὸς Πατερμοῦθις ὡς οὐκ’ ἐγκαλεῖ τῷ προειρημένῳ Ἰωάννῃ ἢ κληρονόμοις αὐτοῦ χάριν τῆς ζημίας τῆς προστριβείσης αὐτῷ ἐξ αἰτιάσεως Ἰωάννου τοῦ προειρημένου μήτε περὶ οἱουδήποτε πράγματος οὔτε δίαιταν κινεῖ κατʼ αὐτοῦ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ αὐτοῦ οὐ διὰ τῆς γαμετῆς αὐτοῦ οὐ διὰ Ταπίας τῆς προγεγραμμένης αὐτοῦ τε πενθερᾶς μητρὸς δὲ Ἰωάννου οὐ διὰ κληρονόμων αὐτῶν οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου καὶ θείας ἀδνουτατίωνος, διὰ τὸ ἀπηλλάχθαι αὐτὸν πρὸς Ἰωάννην τὸν προγεγραμμένον κρίσει καὶ μεσιτείᾳ Σερῆυ τοῦ προειρημένου θεοφιλεστάτου διαιτητοῦ καὶ ἐσβέσθαι μεταξὺ αὐτῶν πᾶν σπέρμα δίκης καὶ ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐγκλήσεως καὶ ζητήσεως καὶ ἀμφισβητήσεως. καὶ εἰ ἐπιχειρήσειεν ὁ αὐτὸς Πατερμοῦθις ἢ ἄλλος τις ἐκ προσώπου αὐτοῦ ἐγκαλέσαι ἢ ἐπιφυῆναι Ἰωάννῃ τῷ προλεχθέντι, ὑποκείσεται τῷ προτεταγμένῳ προστίμῳ τῶν τοῦ χρυσοῦ νομισματίων δώδεκα μετὰ καὶ τοῦ ἐπάναγκες τοὺς ἀφʼ ἑκατέρου μέρους ἐμμεῖναι τῇ παρούσῃ ὁμολογίᾳ τῶν διαλύσεων. καὶ ὅτι ταύτην φυλάττουσιν ἄτρωτον καὶ ἀπαράβατον, ἐπωμόσαντο οἱ ἀφʼ ἑκατέρου μέρους κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς νίκης καὶ διαμονῆς τῶν θεοφυλάκτων καὶ εὐσεβεστάτων ἡμῶν δεσποτῶν Φλαυίων Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωνσταντίνης τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων ὑποθέμενοι πάντα τὰ ὄντα αὐτοῖς καὶ ἐσόμενα πράγματα ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ ἐπὶ βεβαιώσει τῇ παρούσῃ ὁμολογίᾳ καὶ τῇ τοῦ προστίμου καταβολῇ εἰ οὕτω τύχοι, καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες ὡμολόγησαν καὶ ἀπέλυσαν †. Φλαύιος Ἰωάννης Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης διὰ τοῦ λεγομένου Πσῆρε ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυωμένου καὶ ἀναδεχομένου τὴν γνώμην τοῦ αὐτοῦ Ἰωάννου ἐπὶ πᾶσι τοῖς ἐντὸς φερομένοις καὶ ἑξῆς δηλωθησομένοις ταύτῃ τῇ διαλύσει καὶ Πατερμοῦθις Μηνᾶ στρατιώτης ἀριθμοῦ Ἐλεφαντίνης καὶ ναύτης ἀπὸ τῆς αὐτῆς Συήνης οἱ προκείμενοι ἐθέμεθα τὴν διαλυτικὴν ὁμολογίαν καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Λάζαρος Πέτρου ἀδιούτωρ ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων †. † Φλαύιος Ἰωάννης Πέτρου δρακονάριος ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Βίκτωρ Μηνᾶ δρακονάριος ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Βίκτωρ Ψαβὴτ αὐγουσταλίος ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Παθερμοῦθις Ἁτρῆτος αὐγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Παείων Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †. † Φλαύιος Παῦλος Πααμείου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ †. † διʼ ἐμοῦ Χριστοφόρου Πατερμουθίου συμβολαιογράφου ἐγένετο 〰〰〰

    p.muench.1.14_2

    διαλυτικὴ ὁμολογία Ἰωάννου Ἰακώβου ἐκ μητρὸς Ταπίας πρὸς Πατερμοῦθιν.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left