Session for Open Sunday user.
Log in with a personal account

Please log into your personal or institutional single-user account with your email and password.

I have forgotten my password

I want to set up a personal profile

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

Why? What changes? How to pay?x

TM 15322 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/15322

Information mentioned in this text

    TM 15322

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.muench.1.14_1

    1 † ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμ[ων]
    2 βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου
    3 Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δωδεκάτου
    4 καὶ ὑπατείας τῆς αὐτων* γαληνότητος ἔτους ἑνδεκάτου ____
    5 ____ † Μεχεὶρ κα τῆς ιβ ἰνδ(ικτίονος) ἐν Συήνῃ †.
    6 † ταύτην τίθενται καὶ ποιοῦνται τὴν ὁμολογίαν τῶν διαλύσεων
    7 ἀναιρετικὴν οὖσαν πάσης μέμψεως καὶ ἀγωγῆς καὶ ἐνοχῆς καὶ
    8 ἐγκλήσεως καὶ ζητήσεως καὶ ἀμφισβητήσεως ____ ἐκ μὲν
    9 τοῦ ἑνὸς μέρους Φλαύιος Ἰωάννης υἱὸς Ἰακώβου ἐκ μητρὸς
    10 Ταπίας στρατιώτης ἀριθμοῦ Συήνης διὰ ____ τοῦ λεγομένου Πσῆρε
    11 ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυομένου* καὶ ἀναδεχομένου
    12 τὴν γνώμην τοῦ αὐτοῦ Ἰωάννου ἐπὶ πᾶσι τοῖς ἐμφερομένοις
    13 καὶ ἑξῆς δηλωθησομένοις ταύτῃ τῇ διαλύσει ____ ἐκ δὲ θατέρου
    14 Πατερμοῦθις υἱὸς Μηνᾶ ναύτης ἀπὸ τῆς αὐτῆς <Συήνης> τὰ ἑξῆς ὁμολοῦντες*
    15 ὡς ὑποτέτακται. ____ Πατερμοῦθις ὁ προγεγραμμένος ἐνήγαγεν
    16 Ἰωάννῃ τῷ προειρημένῳ ὡς παρʼ ἅπαντα τὸν τοῦ δικαίου λόγον ἐνέτυχεν
    17 κατʼ αὐτοῦ Καλλινίκῳ τῷ ἀνδριωτάτῳ* βικαρίῳ Ἑρμώνθεως
    18 ἀναπληροῦντι τὸν τόπον Ἀμμωνιανοῦ τοῦ μεγαλοπρεπεστάτου
    19 τοποτηρητοῦ καὶ παρὰ τὴν αὐτοῦ αἰτίασιν ἐζημιώθη νομίσματα
    20 ἑπτὰ καὶ ταῦτα ἐχοντα* αὐτοῦ ἐγγράφους διαλύσεις γεγενημένας
    21 παρʼ αὐτοῦ Ἰωάννου εἰς αὐτὸν Πατερμοῦθιν καὶ Κακὸ τὴν αὐτο(ῦ) γαμετὴν
    22 ἀδελφήν τε αὐτοῦ τοῦ προειρημένο(υ) Ἰωάννου, διʼ ὧν ὡμολόγησεν ἀπηλλάχθαι ⟦απηλλαχθη⟧
    23 περὶ τῆς κληρονομίας το(ῦ) πατρὸς αὐτο(ῦ) καὶ μηκέτι μηδένα λόγον ἔχειν αὐτὸν
    24 πρὸς τὸν εἰρημένον Πατερμοῦθιν μήτε τὴν αὐτοῦ γαμετὴν ἕνεκεν οἱο(υ)δήποτε
    25 πράγματος ἀνήκοντος τῷ μακαρίτῃ ⟦μακαριτ[.]⟧ αὐτῶ\ν/ πατρί. ____ Ἰωάννης δὲ ἀντιδικαιο-
    26 λογούμενος ταῖς ἐπενεχθείσαις αὐτῷ ἐναγωγαῖς παρὰ Πατερμουθίου
    27 τοῦ προγεγραμμένου ἔφη τὴν τοιαύτην προσέλευσιν γεγενῆσθαι
    28 παρʼ αὐτοῦ κατὰ Πατερμουθίου ὡς ἐμποδίσαντος τῇ μητρὶ αὐτο(ῦ) ἀπαλλάξαι αὐτὸν
    29 πρὸς τὴν δοθεῖσαν αὐτῷ ἔγγραφον ἐπίκρισιν παρὰ Παείωνος τοῦ λογιωτάτου
    30 γραμματικοῦ ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας αὐτῆς. καὶ πολλῶν
    31 ὅσων λεχθέντων καὶ ἀντιλεχθέντων μεταξὺ ἀλλήλων ἔδοξεν κατὰ κοινὴν
    32 συναίνεσιν ἀπαντῆσαι αὐτοὺς εἰς δίαιταν παρὰ Σερῆυ τῷ εὐλαβεστάτῳ
    33 πρεσβυτέρῳ τῆς ἁγίας ἐκκλησίας Ὄμβων εὑρεθέντι κατὰ τύχην ἐν ταύτῃ
    34 τῇ Συηνιτῶν. ____ καὶ δὴ γενόμενοι παρὰ τῇ αὐτοῦ θεοφιλείᾳ ἑκάτερον μέρος
    35 ἀνέθετο αὐτῷ τὰς ἑαυτοῦ δικαιολογίας, ὅστις ἀκροασάμενος τῶν μεταξὺ
    36 αὐτῶν ἀμφιβαλλομένων, διελθὼν δὲ καὶ τὰς διαλύσεις τὰς προενεχθείσας ⟦προσενεχθεισας⟧
    37 παρὰ Πατερμο(υ)θίο(υ) γενομένας εἰς αὐτὸν καὶ Κακὸ τὴν αὐτοῦ γαμετὴν
    38 παρὰ Ἰωάννου τοῦ προειρημένο(υ), οὐ μὴν ἀλλὰ καὶ ἐφειδὼν* τὴν ἐπίκρισιν
    39 τὴν δοθεῖσαν Ἰωάννῃ καὶ τῇ μητρὶ αὐτοῦ παρὰ τοῦ αὐτοῦ λογιωτάτου γραμματικοῦ
    40 ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας, διʼ ἧς ἐπέκρινεν καὶ συνεῖδεν
    41 δοθῆναι Ἰωάννῃ παρὰ τῆς μητρὸς αὐτοῦ νομίσματα τέσσερα, καὶ αὐτοῦ
    42 Ἰωάννου \ἐπιμείναντος/ ⟦επιμειναι⟧ καὶ λέγοντος, ὡς ἐμποδισθεὶς παρὰ Πατερμουθίου
    43 το(ῦ) εἰρημένο(υ) λαβεῖν παρὰ τῆς μητρὸς αὐτο(ῦ) τὰ αὐτὰ νομίσματα τέσσερα
    44 ᾐτιάσατο ⟦αιτιασατο⟧ αὐτόν, συνεῖδεν καὶ ἐπέκρινεν ὁ προειρημένος θεοφιλέστατος
    45 διαιτητής, ὥστε πρὸ παντὸς λόγου καταβαλεῖν Ἰωάννην τὸν προλελεγμένον
    46 ἐπὶ Πατερμοῦθιν χρυσο(ῦ) νομίσματα πέντε ὑπὲρ ἧς ⟦οις⟧ ἔλεγεν δεδόσθαι ζημίας
    47 παρʼ αὐτοῦ τῷ βικαρίῳ τῆς Ἑρμωνθιτῶν, ____ ἔχειν δὲ αὐτὸν Ἰωάννην πρὸς Ταπίαν
    48 πρὸς τὴν μεσιτείαν τὴν γενομένην εἰς αὐτὸν καὶ αὐτὴν τὴν μητέρα
    49 αὐτο(ῦ), καὶ ο(ὕ)τως γενέσθαι παρὰ τῶν ἀμφοτέρων μερῶν γενικὰς διαλύσεις
    50 εἰς ἑαυτούς. τούτων οὕτως ἐπικριθέντων παρὰ Σερῆυ τοῦ προγεγραμμένο(υ)
    51 θεοφιλεστάτου πρεσβυτέρου, καθʼ ἑαυτοὺς γενόμενοι συνῄνησεν ⟦συναινησεν⟧*
    52 πρὸς ἀλλήλους φιλικῶς, ὥστε καταλογισθῆναι Πατερμουθίῳ ὑπὲρ Ἰωάννου
    53 τὰ τέσσερα νομίσματα, ἅπερ ὁρίσθη* λαβεῖν παρὰ Ταπίας τῆς μητρὸς αὐτοῦ
    54 πενθερᾶς δὲ το(ῦ) αὐτο(ῦ) Πατερμο(υ)θίο(υ), καὶ λαβεῖν παρὰ το(ῦ) αὐτο(ῦ) Ἰωάννο(υ)
    55 ἄλλο ἓν νόμισμα εἰς συμπλήρωσιν τῶν πέντε νομισμάτων πρὸς τὴν
    56 μεσιτείαν τοῦ αὐτοῦ θεοφιλεστάτου πρεσβυτέρο(υ). ____ τούτων ο(ὕ)τως
    57 γενομένων καὶ ἀπαλλαγέντων πρὸς ἀλλήλους εἰς ταύτην εἰκότως
    58 ἀφίκοντο οἱ προειρημένοι Ἰωάννης καὶ Πατερμοῦθις τὴν ἔγγραφον
    59 ὁμολογίαν τῆς διαλύσεως, διʼ ἧς ὁμολογοῦσιν ἑκουσίᾳ γνώμῃ καὶ ἀδόλῳ
    60 προαιρέσει καὶ εἰλικρινεῖ διανοίᾳ καὶ ἀτρέπτῳ λογισμῷ δόλου παντὸς χωρὶς
    61 καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακίας* καὶ κακοηθείας
    62 καὶ ἐλαττώματός τινος καὶ παντὸς φαύλου διανοήματος, Ἰωάννης μὲν
    63 διὰ Πσῆρε τοῦ προγεγραμμένου αὐτοῦ ἐγγυητοῦ καὶ γνωμαναδόχου,
    64 μηκέτι μηδένα λόγον ἔχειν πρὸς Πατερμοῦθιν μήτε πρὸς Κακὸ τὴν αὐτοῦ
    65 σύμβιον μήτε πρὸς Ταπίαν τὴν μητέρα αὐτοῦ τε καὶ Κακὸ μήτε πρὸς κληρονόμους
    66 αὐτῶν ἢ διαδόχους ἢ διακατόχους οὐκ ἐν τῷ νῦν καὶ ἐμ* μηδενὶ καιρῷ κατὰ μηδένα
    67 τρόπον ἢ ἀφορμὴν ἢ μέθ’οδον ἢ εὑρεσιλογίαν μήτε μὴν δύνασθαι αὐτὸν δίαιταν
    68 κινεῖν κατʼ αὐτοῦ Πατερμουθίου καὶ Κακὸ τῆς αὐτοῦ συμβίου καὶ Ταπίας τῆς προειρημένης
    69 μήτε τὴν οἱανδήποτε ζήτησιν ἐπιξῦσαι αὐτῶν ἐν οἱῳδήποτε καιρῷ ἢ χρόνῳ
    70 οὐκ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ ἑαυτοῦ
    71 οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου οὐ διὰ θείων βέρβων περὶ οἱουδήποτε πράγματος
    72 μικροῦ ἢ μεγάλου ἀνήκοντος τῇ κληρονομίᾳ τῶν γονέων αὐτο(ῦ), διὰ τὸ ἀπηλλάχθαι αὐτὸν
    73 κρίσει καὶ μεσιτείᾳ τοῦ προειρημένου διαιτητοῦ κατὰ τὸν προαφηγηθέντα τρόπον.
    74 καὶ εἰ ἐπιχειρήσειεν ἔτι ἐπεξιέναι αὐτοῖς καθʼ οἱονδήποτε τρόπον οἱῳδήποτε
    75 καιρῷ ἢ χρόνῳ, οὐδὲν μὲν ὠφελεθήσεται* τοῦ ἐπιχειρήματος, ἐπιγνώσεται δὲ
    76 λόγῳ προστίμου καὶ παραβασίας χρυσοῦ νομίσματα δώδεκα κινδύνῳ Πσῆρε τοῦ
    77 ἐγγυησαμένου ⟦εγγυασαμενου⟧ αὐτὸν διὰ ταύτης τῆς ἐγγράφου ὁμολογίας, ἔργῳ καὶ δυνάμει
    78 ἀπαιτούμενα ἔκ τε αὐτοῦ τοῦ ἐγγυητοῦ καὶ πάντων τῶν αὐτῷ ὑπαρχόντων καὶ
    79 ὑπαρξόντων γενικῶς καὶ ἰδικῶς. ____ ὁμολογεῖ δὲ καὶ αὐτὸς Πατερμοῦθις ὡς
    80 οὐκ’ ἐγκαλεῖ τῷ προειρημένῳ Ἰωάννῃ ἢ κληρονόμοις αὐτοῦ χάριν τῆς ζημίας τῆς
    81 προστριβείσης αὐτῷ ἐξ αἰτιάσεως Ἰωάννου τοῦ προειρημένου μήτε περὶ οἱουδήποτε
    82 πράγματος οὔτε δίαιταν κινεῖ ⟦κινειν⟧ κατʼ αὐτοῦ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ
    83 ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ αὐτοῦ οὐ διὰ τῆς γαμετῆς αὐτοῦ οὐ διὰ
    84 Ταπίας τῆς προγεγραμμένης αὐτοῦ τε πενθερᾶς μητρὸς δὲ Ἰωάννου οὐ διὰ κληρονόμων
    85 αὐτῶν οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου καὶ θείας ἀδνουτατίωνος,
    86 διὰ τὸ ἀπηλλάχθαι αὐτὸν πρὸς Ἰωάννην τὸν προγεγραμμένον κρίσει καὶ μεσιτείᾳ
    87 Σερῆυ τοῦ προειρημένου θεοφιλεστάτου διαιτητοῦ καὶ ἐσβέσθαι μεταξὺ αὐτῶν
    88 πᾶν σπέρμα δίκης καὶ ἀγωγῆς ⟦ενωγης⟧ καὶ ἐνοχῆς καὶ ἐγκλήσεως καὶ ζητήσεως καὶ
    89 ἀμφισβητήσεως. καὶ εἰ ἐπειχειρήσειεν ⟦επειχιρησειεν⟧* ὁ αὐτὸς Πατερμοῦθις ἢ ἄλλος τις ἐκ προσώπου
    90 αὐτοῦ ἐγκαλέσαι ἢ ἐπιφυῆναι Ἰωάννῃ τῷ προλεχθέντι, ὑποκείσεται τῷ προτεταγμένῳ
    91 προστίμῳ τῶν τοῦ χρυσοῦ νομισματίων δώδεκα μετὰ καὶ τοῦ ἐπάναγκες τοὺς
    92 ἀφʼ ἑκατέρου μέρους ἐμμεῖναι τῇ παρούσῃ ὁμολογίᾳ τῶν διαλύσεων. καὶ ὅτι ταύτην
    93 φυλάττουσιν ἄτρωτον καὶ ἀπαράβατον, ἐπωμόσαντο οἱ ἀφʼ ἑκατέρου μέρους κατὰ τῆς
    94 ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς νίκης καὶ διαμονῆς τῶν θεοφυλάκτων καὶ εὐσεβεστ(άτων)
    95 ἡμῶν δεσποτῶν Φλ(αυίων) Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωνσταντίνης τῶν αἰωνίων
    96 Αὐγούστων καὶ Αὐτοκρατόρων ὑποθέμενοι πάντα τὰ ὄντα αὐτοῖς καὶ ἐσόμενα
    97 πράγματα ἐνεχύρω* λόγο* καὶ ὑποθήκης δικαίῳ ἐπὶ βεβαιώσει τῇ παρούσῃ ὁμολογίᾳ
    98 καὶ τῇ τοῦ προστίμου καταβολῇ εἰ οὕτω τύχοι, καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτη-
    99 θέντες ὡμολόγησαν καὶ ἀπέλυσαν †. Φλ(αύιος) Ἰωάννης Ἰακώβο(υ) στρ(ατιώτης) ἀριθμο(ῦ) Συήνης
    100 διὰ τοῦ λεγομένο(υ) Πσῆρε ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυομένου* καὶ ἀναδεχομένου
    101 τὴν γνώμην το(ῦ) αὐτο(ῦ) Ἰωάννο(υ) ἐπὶ πᾶσι τοῖς ἐντὸς φερομένοις καὶ ἑξῆς δηλωθησομένοις ⟦δηλοθησομενοις⟧
    102 ταύτῃ τῇ διαλύσει καὶ Πατερμοῦθις Μηνᾶ στρ(ατιώτης) ἀριθμο(ῦ) Ἐλεφ(αντίνης) καὶ ναύτης ἀπὸ τῆς αὐτῆς
    103 Συήνης οἱ προκ(είμενοι) ἐθέμεθα τὴν διαλυτικὴν ὁμολογίαν καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγε-
    104 γραμμένα ὡς πρόκ(ειται). Φλ(αύιος) Λάζαρος Πέτρου ἀδιούτ(ωρ) ἀριθμοῦ Συήνης ἀξιωθεὶς ⟦αξιοθεις⟧ ἔγραψα ὑπὲρ αὐτῶν
    105 γράμματα μὴ εἰδότων †. † Φλ(αύιος) Ἰωάννης Πέτρο(υ) δρακονάρ(ιος) ἀριθμ(οῦ) Συήνης μαρτυρῶ †.
    106 † Φλ(αύιος) Βίκτωρ Μηνας* δρακονάρ(ιος) ἀριθμοῦ Συήνης ⟦συνης⟧ μαρτυρῶ †.
    107 † Φλ(αύιος) Βίκτωρ Ψαβὴτ ἀγοσταλιο* ἀριθμο(ῦ) Συήνης μαρτυρῶ †.
    108 † Φλ(αύιος) Παθ̣ερμοῦθις Ἁτρῆτος ἀγουσ(τάλιος)* ἀριθμοῦ Συήνης μαρτυρῶ †.
    109 † Φλ(αύιος) Παείων Ἰακώβου στρ(ατιώτης) ἀριθμοῦ Συήνης μαρτυρῶ †.
    110 † Φλ(αύιος) Παῦλος Πααμείου στρ(ατιώτης) ἀριθμοῦ Συήνης μαρτυρῶ †.
    111 † διʼ ἐμοῦ Χριστοφόρο(υ) Πατερμο(υ)θίο(υ) συμβολαιογράφ(ου) ἐγένετο 〰〰〰

    p.muench.1.14_2

    112 [δια]λυτι(κὴ) ὁμολογί(α) [Ἰωά]ν[νου] [Ἰακώβου] [ἐκ] [μητρὸς] [Ταπίας] πρὸς Πατερμοῦθιν.

Display options

Text:

- original, uncorrected text with diacritics (omit)

- including line breaks (omit)

- omitting links to TM Words e.a. (add)

omit all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left