TM 16831
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.select.7_1
Αὐρηλίᾳ Τάϊτι τῇ καὶ Τεχωσαρίῳ Χωσίωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ Αὐρήλιος Παγῶνις Παγώνιος μητρὸς Ταθώνιος ἀπὸ κώμης Λευκίου τρίτου πάγου χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα ἓξ καὶ δραχμὰς τρισχιλίας γίνεται τάλαντα ϛ δραχμαὶ Γ, ἅπερ ἐπάναγκες ἀποδώσω σοι μέχρι εἰκάδος τοῦ ἑξῆς μηνὸς Ἐπεὶφ τοῦ ἐνεστῶτος η ἔτους ϛ ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτείσω σοι τοῦ ὑπερπεσόντος χρόνου τόκον τὸν σταθέντα ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου, γεινομένης σοι τῆς πράξεως παρὰ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὑπό σου ὡμολόγησα. ἔτους η |s-etous| καὶ ϛ |s-etous| τῶν κύριων ἡμῶν Αὐτοκρατόρων Καισάρων Κωνσταντίνου καὶ Λικινίου Σεβαστῶν, ὑπατείας Ῥουφίου Οὐολουσιανοῦ καὶ Πετρωνίου Ἀννιανοῦ τῶν λαμπροτάτων. Παῦνι εἰκάδ?ι. Αὐρήλιος Παγῶνις Παγώνιος ἔσχον ἐν χρήσει τὰ τοῦ ἀργυρίου τάλαντα ἓξ καὶ δραχμὰς τρισχιλίας καὶ ἀποδώσω ὡς πρόκιται τῇ δηλουμένῃ προθεσμίᾳ ὡς πρόκιται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπολλώνιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. διʼ ἐμοῦ Φιλονίκου ἐγράφη.p.select.7_2
Αὐρηλίᾳ Τάϊτι τῇ καὶ Τεχωσαρίῳ Χωσίωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ Αὐρήλιος Παγῶνις Παγώνιος μητρὸς Ταθώνιος ἀπὸ κώμης Λευκίου τρίτου πάγου χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα ἓξ καὶ δραχμὰς τρισχιλίας γίνονται? τάλαντα? ϛ δραχμαὶ? Γ, ἅπερ ἐπάναγκες ἀποδώσω σοι μέχρι εἰκάδος τοῦ ἑξῆς μηνὸς Ἐπεὶφ τοῦ ἐνεστῶτος η ἔτους ϛ ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, εἰ δὲ μή, ἐκτείσω σοι τοῦ ὑπερπεσόντος χρόνου τόκον τὸν σταθέντα ἑκάστης μνᾶς τοῦ μηνὸς ἑκάστου, γεινομένης σοι τῆς πράξεως παρά τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων . κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὑπό σου ὡμολόγησα. ἔτους η |s-etous| καὶ ϛ |s-etous| [---]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)