Unregistered user (3.137.198.183). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 18007 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/18007

Information mentioned in this text

    TM 18007

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    chla.10.464_1

    † Φλαύιος [.......]ων Σερῆνος Φοιβάμμων ὁ μεγαλοπρεπέστατος κόμες καὶ ἄρχων τῆς Θηβαίων ἐπαρχείας † ὡς Θεοῦ ἡγουμένου τὰς ὑφʼ ἡλίῳ πόλεις ἰθύνων βασιλεὺς ὁ κράτιστος ὃπλοις καὶ στρατιωτικοῖς καταλόγοις εἰς παράταξιν παρεσκευασμένοις τῇ τῶν τακτικῶν ἐμπειρίᾳ μετὰ τῆς τῶν νόμων τάξεως τειχίζει, χαρακτηρίζει τοῦτο τὸ νῦν φοιτῆσαν εὐτύχημα τῷ Θηβαίων ἔθνει θεσπίσαι γὰρ εὐτυχῶς κατηξίωσεν διὰ θείου πραγματικοῦ τύπου ἐνιδρῦσθαι τῇ Ἑρμουπολιτῶν πόλει ἀριθμὸν τῶν εὐκαθοσιώτων Νουμιδῶν Ἰουστινιανῶν ἀνδρῶν πεντακοσίων ὀκτὼ πρὸς παραφυλακὴν τῆς Θηβαίων ἐπαρχίας καὶ πρὸς ἐκδίωξιν πάσης βαρβαρικῆς ἐπιδρομῆς καὶ σιτήσεις αὐτοῖς χορηγεῖσθαι προσέταξεν τὴν γὰρ ἀγαθὴν καὶ προνοητικὴν διοίκησιν πέρατι παραδοῦναι προστέτακται ὁ ἐνδοξότατος κόμες Πλουτῖνος ἀνὴρ τῇ εὐσεβεῖ ταύτῃ πολιτίᾳ χρήσιμος γεγονὼς καὶ ἐν τοῖς κοινοῖς πράγμασι εὐδόκιμος φανεὶς ὡς καὶ μεμαρτύρηται παρὰ τῆς κρατούσης τύχης καὶ τῆς ὑψηλοτάτης καθέδρας ὅστις ἐκ προοιμίων τῆς αὐτοῦ ἀφίξεως ἔδειξε τὸ φύσει προσὸν τῇ αὐτοῦ ἐνδοξότητι πρᾶον τὸ λυσιτελοῦν ἑκάστῳ διασκοπῶν θελήσατε τοίνυν δεχόμενοι τοῦτο τὸ δικαστικὸν πρόσταγμα χορηγῆσαι τοῖς προδηλωθεῖσιν εὐκαθοσιώτοις Νουμίδαις Ἰουστινιανοῖς διὰ Θεοτέκνου τοῦ καθοσιωμένου αὐτῶν ὀπτίονος εἰς ἄνδρας πεντακοσίους ὀκτὼ τελοῦσιν ὑπὲρ μὲν μηνὸς Μαΐου καὶ Ἰουνίου τῆς τρεισκαιδεκάτης ἰνδικτίονος ὑπὲρ δὲ Ἰουλίου καὶ Αὐγούστου κατὰ μὲν Ῥωμαίους τῆς αὐτῆς τρεισκαιδεκάτης ἰνδικτίονος κατὰ δὲ Αἰγυπτίους τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως ἀκολούθως τῇ καταπεμφθείσῃ θείᾳ δηληγατίονι καὶ τῇ ὑποτεταγμένῃ γνώσει εἰδότες ὡς εἰ κατά τι ῥᾳθυμία τις παρακολουθήσῃ οὐκ ἐκτὸς ἔσεσθε δικαστικῆς κινήσεως διὰ γὰρ τοῦτο ἐκ τάξεως ἀπέσταλται [---] [---] ?? legi ?? † legi. ⳨ τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου

    chla.10.464_2

    † χρὴ ἐκ τῆς ὑμῶν κώμης τὸ ὑποτεταγμένον μέτρον σίτου καὶ οἴνου νέου καὶ ἀχύρου εἰσενεγκεῖν καὶ παρασχεῖν τοῖς γενναιοτάτοις στρατιώταις τοῖς ἐκ τοῦ τάγματος τῶν γενναιοτάτων Νουμιδῶν Ἰουστινιανῶν διʼ ἀξιοπίστου ἐπιμελητοῦ διὰ Θεοτέκνου καθοσιωμένου αὐτῶν ὀπτίονος ὑπὲρ μὲν μηνὸς Μαίου καὶ Ἰουνίου τῆς τρεισκαιδεκάτης ἰνδικτίονος, ὑπὲρ δὲ Ἰουλίου καὶ Αὐγούστου κατὰ μὲν Ῥωμαίους τῆς αὐτῆς τρεισκαιδεκάτης ἰνδικτίονος κατὰ δὲ Αἰγυπτίους τεσσαρεσκαιδεκάτης τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως δῆλα δὲ τῆς καταβολῆς γιγνομένης τὰς φορμαρίας κομίζεσθε [---] σίτου modii [.]ιη οὕτως τῷ ὀπτίονι σίτου modii [.]ι τῷ δημοσίῳ σίτου modii η

    sb.5.8028_1

    † Φλαύιος [.......]ων Σερῆνος Φοιβάμμων ὁ μεγαλοπρεπέστατος κόμες καὶ ἄρχων τῆς Θηβαίων ἐπαρχείας. ὡς θεοῦ ἡγουμένου τὰς ὑφʼ ἡλίῳ πόλεις ἰθύνων βασιλεὺς ὁ κράτιστος ὅπλοις καὶ στρατιωτικοῖς καταλόγοις εἰς παράταξιν παρεσκευασμένοις τῇ τῶν τακτικῶν ἐμπειρίᾳ μετὰ τῆς τῶν νόμων τάξεως τειχίζει, χαρακτηρίζει τοῦτο τὸ νῦν φοιτῆσαν εὐτύχημα τῷ Θηβαίων ἔθνει. θεσπίσαι γὰρ εὐτυχῶς κατηξίωσεν διὰ θείου πραγματικοῦ τύπου ἐνιδρῦσθαι τῇ Ἑρμουπολιτῶν πόλει ἀριθμὸν τῶν εὐκαθοσιώτων Νουμιδῶν Ἰουστινιανῶν ἀνδρῶν πεντακοσίων ὀκτὼ πρὸς παραφυλακὴν τῆς Θηβαίων ἐπαρχίας καὶ πρὸς ἐκδίωξιν πάσης βαρβαρικῆς ἐπιδρομῆς καὶ σιτήσεις αὐτοῖς χορηγεῖσθαι προσέταξεν · τὴν γὰρ ἀγαθὴν καὶ προνοητικὴν διοίκησιν πέρατι παραδοῦναι προστέτακται ὁ ἐνδοξότατος κόμες Πλουτῖνος, ἀνὴρ τῇ εὐσεβεῖ ταύτῃ πολιτείᾳ χρήσιμος γεγονὼς καὶ ἐν τοῖς κοινοῖς πράγμασι εὐδόκιμος φανείς, ὡς καὶ μεμαρτύρηται παρὰ τῆς κρατούσης τύχης καὶ τῆς ὑψηλοτάτης καθέδρας, ὅστις ἐκ προοιμίων τῆς αὐτοῦ ἀφίξεως ἔδειξε τὸ φύσει προσὸν τῇ αὐτοῦ ἐνδοξότητι πρᾶον, τὸ λυσιτελοῦν ἑκάστῳ διασκοπῶν. θελήσατε τοίνυν δεχόμενοι τοῦτο τὸ δικαστικὸν πρόσταγμα χορηγῆσαι τοῖς προδηλωθεῖσιν εὐκαθοσιώτοις Νουμίδαις Ἰουστινιανοῖς διὰ Θεοτέκνου τοῦ καθωσιωμένου αὐτῶν ὀπτίωνος, εἰς ἄνδρας πεντακοσίους ὀκτὼ τελοῦσιν, ὑπὲρ μὲν μηνὸς Μαΐου καὶ Ἰουνίου τῆς τρεισκαιδεκάτης ἰνδικτίονος, ὑπὲρ δὲ Ἰουλίου καὶ Αὐγούστου κατὰ μὲν Ῥωμαίους τῆς αὐτῆς τρεισκαιδεκάτης ἰνδικτίονος, κατὰ δὲ Αἰγυπτίους τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως, ἀκολούθως τῇ καταπεμφθείσῃ θείᾳ δηληγατίονι καὶ τῇ ὑποτεταγμένῃ γνώσει, εἰδότες, ὡς, εἰ κατά τι ῥᾳθυμία τις παρακολουθήσῃ, οὐκ ἐκτὸς ἔσεσθε δικαστικῆς κινήσεως. διὰ γὰρ τοῦτο ἐκ τάξεως ἀπέσταλται. |monogram| λεγι |monogram| † † λεγι. [---] ⳨ τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου [---]

    sb.5.8028_2

    † χρὴ ἐκ τῆς ὑμῶν κώμης τὸ ὑποτεταγμένον μέτρον σίτου καὶ οἴνου νέου καὶ ἀχύρου εἰσενεγκεῖν καὶ παρασχεῖν τοῖς γενναιοτάτοις στρατιώταις τοῖς ἐκ τοῦ τάγματος τῶν γενναιοτάτων Νουμιδῶν Ἰουστινιανῶν διʼ ἀξιοπίστου ἐπιμελητοῦ διὰ Θεοτέκνου καθωσιωμένου αὐτῶν ὀπτίωνος ὑπὲρ μὲν μηνὸς Μαίου καὶ Ἰουνίου τῆς τρεισκαιδεκάτης ἰνδικτίονος, ὑπὲρ δὲ Ἰουλίου καὶ Αὐγούστου κατὰ μὲν Ῥωμαίους τῆς αὐτῆς τρεισκαιδεκάτης ἰνδικτίονος, κατὰ δὲ Αἰγυπτίους τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως δηλαδὴ τῆς καταβολῆς γιγνομένης τὰς φορμαρίας κομίζεσθε · σίτου μόδιοι [.]ιη οὕτως · τῷ ὀπτίονι σίτου μόδιοι [.]ι τῷ δημοσίῳ σίτου μόδιοι η

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left