TM 18499
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.4.1055
κόλλημα Πρωτάρχωι παρὰ Ἀπολλωνίου τοῦ Ἡρακλείδου καὶ παρὰ Ἀμμωνίου τοῦ Ἀνουβίωνος Πέρσου τῆς ἐπιγονῆς περὶ τῶν διεσταμένων. συγχωρεῖ ὁ Ἀμμώνιος ἔχειν παρὰ τοῦ Ἀπολλωνίου δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ξδ ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν τρισὶν ἀπὸ ἕκτης τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ιζ ἔτους Καίσαρος διδοὺς ἐπάναγκες καθʼ ἑκάστην ἡμέραν ἐπὶ τοὺς τρεῖς μῆνας σταμνὸν ὀκτωκαιδεκακότυλον γάλακτος βοείου ἀρεστοῦ μηδεμίαν ἡμέραν κοιλὴν ποιησάμενος, ἐφʼ ᾧ καὶ ὁ Ἀπολλώνιος ὑπολογήσει τὴν τοῦ σταμνοῦ τιμὴν ἐς τὸ προκίμενον κεφάλαιον ὀβολοὺς τέσσαρας μέχρι τοῦ πληρωθῆναι τὸ δάνειον, ἢ ἐφʼ ἧς ἐὰν ἡμέρας κοιλάνῃ ὁ Ἀμμώνιος τὴν τοῦ γάλακτος χορηγίαν εἶναι αὐτὸν παραχρῆμα ἀγώγιμον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαι μὴ ἀναμείναντα τὸν μεμερισμένον αὐτῷ χρόνον τὸ ὅλον κεφάλαιον ἢ τὸ ἐνοφειληθησόμενον σὺν ἡμιολίᾳ, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γινομένης τῷ Ἀπολλωνίωι ἔκ τε αὐτοῦ Ἀμμωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης. τοῦτο δʼ ἐστὶν τὸ δάνειον ἐκτὸς ἑτέρων ὧν ὀφείλει ὁ αὐτὸς Ἀμμώνιος σὺν τῇ μητρὶ αὐτοῦ τῷ Ἀπολλωνίωι καθʼ ἑτέραν συγχώρησιν ἄλλων ἀργυρίου δραχμῶν ρ, ὧν καὶ ἐκπεπλήρωται τὸν τόκον ἕως τοῦ προκιμένου μηνὸς Φαρμοῦθι. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ε.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)