Unregistered user (3.138.189.5). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 243 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/243

Information mentioned in this text

    TM 243

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    bgu.3.998_1

    βασιλεύοντος Πτολεμαίου τοῦ καὶ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιδ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὐλὴ μήλῳ ἀριστερῷ ἐπισκάζων τὸν πόδα δεξιὸν συνεπικελεύοντος τοῦ τούτου υἱοῦ Ἁρπαήσιος τοῦ Ψενμεγχῆτος Πέρσου ὡς ἐτῶν λ μέσου μελίχρωτος ὑποκλάστου μακροπροσώπου εὐθύρινος ἀσήμου τὴν ὑπάρχουσαν οἰκίαν ᾠκοδομημένην καὶ κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ τὴν προσοῦσαν αὐλῆν τῆν οὖσαν ἐν τῷ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες · νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεῆσις Ὀνηοῦς Πέρσης ὡς ἐτῶν μ μέσος μελίχρως ὑπόκλαστος οὐλὴ μετώπῳ χαλκοῦ τάλαντα τέσσαρα. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεῆσις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.

    bgu.3.998_2

    ἔτους ιδ Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὁμολογεῖ Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ἀφίστασθαι ἀπὸ τῆς πεπραμένης οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης καὶ τῆς προσούσης αὐλῆς τῆς οὔσης ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες · νότου οἰκία Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώτου ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες, ἣν ἔθετο ὠνὴν Πετεήσι ἐπὶ τοῦ αὐτοῦ ἀρχείου πρὸς χαλκοῦ τάλαντα δ καὶ μὴ ἐπελεύσεσθαι μήτʼ αὐτὸς Ψενμεγχῆς μήδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν Πετεῆσιν μήδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπιπορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα ὀκτὼ καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρξ καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα. ἡ δὲ ὁμολογία ἥδε κυρία ἔστω πανταχῆ οὗ ἂν ἐπιφέρηται. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select an abbreviation from the left