TM 24885
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.1.93_1
Πτολεμαῖς Ἀβοῦτι τῷ τιμιωτάτῳ πατρὶ πλεῖστα χαίρειν · ἐκομισάμην παρὰ Κάστορος οὐετρανοῦ ἱματίων ἀριθμῷ ὀκτώ, ὡς ἐνετειλάμην σοι κάτʼ ὄψιν περὶ τῆς γυναικός. καλῶς ποιήσεις διαπέμψας αὐτῇ τὴν δελματικήν ἣν ἔχεις λινῆν καὶ εἴ τι ἄλλο ἀποφέρεται αὐταῖς κατὰ τὸν νόμον ἔν τε ὅσῳ ἐξέρχεται ἐπʼ ἀγαθοῖς ὁ κύριος ἡμῶν Αὐτοκράτωρ κ[...] τα[.........]την καὶ τὰ μαλάβαθρα α[...] οὐκ ἔδωκέ μοι Καστωρ οὐδὲ τὸ καλ[.]. μὴ οὖν προσέχων τῇ μητρί μου ἀμελήσῃς, καὶ ἂν μὴ αὐτὴ θέλῃ. ____ σὺ φρόντισον, ὡς ἁρμόζῃ καὶ εὐθύς, ἐάν σοι γράψω καὶ δυνατόν σοι ἦι, μετʼ αὐτῆς κατέλθῃς πρὸς ἐμέ, ἐὰν δὲ μὴ σχολάζῃς, διαπέμψεις αὐτὴν διὰ τῆς μητρός μου ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ τῆς μητρὸς ἢ ὡς θέλεις, καὶ κατάστησον αὐτοὺς εἰς Μέμφιν καὶ τὸ ναῦλον αὐτῶν καὶ τὴν δαπάνην αὐτῶν δὸς καὶ τὸ λωδίκιν διάπεμψαι μοι ὁμοίως · ἀσπάζου τοὺς ἀδελφούς μου καὶ τὴν γυναῖκά σου καὶ τοὺς ἡμῶν πάντας κατʼ ὄνομα · ἀσπάζου Μάρωνα καὶ εἰπὲ αὐτῷ, ὅτι τὸ βιβλίδιον ἐπέδωκα, οὐδέπω δὲ ἐξῆλθε ἡ ὑπογραφή · ἐὰν οὖν μὴ ἐξέλθε, πάλινbgu.1.93_2
ἀναδώσω · ἐρρῶσθαί σε εὔχομαι. δήλωσον οὖν μοι, τί ἔπραξας περὶ αὐτοῦ, ἐπεὶ ἐδηλώθη σοι ὑπάγειν με εἰς Πηλοῦσιν μετὰ τοῦ ἡγεμόνος οὐκ ἐξῆλθονbgu.1.93_3
Ἀβοῦτι οὐετρανῷ ╳ παρὰ Πτολεμαίου υἱοῦ.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)