TM 28194
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
chr.wilck.21_1
Πτολεμαῖς Ζωσίμῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. γίγνωσκε, ἄδελφε, ἐκληρώθην εἰς τὰ Βουκόλια · οὐκ ἠδυνάμην παραιτήσασθαι, διότι καλῶς κεκλήρωμαι. ἐδήλωσα Λονγείνῳ, ἵνα ἑτοιμάσῃ πάντα. ἐκ γῆς ὀφειλήσῃς ποιεῖν εἴτε τοὺς πλίνθους εἴτε τὴν κονίαν, ἵνα μεθʼ ὑγιείας ἐὰν ἐγὼ ἔλθω πρὸς ὑμᾶς, εὕρω πάντα ἕτοιμα. οἴδατε τὴν ἀνάγκην τῆς στρατείας · καὶ ἂν εἰς τοῦτο ὑπηρετήσατέ μοι ὅπως ε[....]υλης μετʼ αὐτοῦ ἕως ὅτου ἡ ἑτοιμασία γένηται μετὰ τὴν κατασπορὰν καὶ εὐσχοληθῇς, ἐλθὲ πρὸς ἐμὲ εἰς τὰ Βουκόλια, τοῦτʼ ἐστιν τιοθεις. ὅταν λάβῃς ταύτην τὴν ἐπιστολήν, γενοῦ μετὰ Λονγείνου εἰς Σκηνὰς Μάνδρας πρὸς Βησαρίωνα τὸν ἐμὸν φίλον, ὡς καὶ σὺ ἐπίστασαι αὐτόν. ἔχω ἐν Ἀλεξανδρείᾳ ἀναγκαῖον φίλον καὶ τὰ πάντα μεταδώσει ἡμῖν. πᾶν ποίησον τοῦ σὲ ἀπενέγκαι Ἀπόλλωνι τὸν κυνηγὸν πρὸς τὸν φίλον μου εἰς Σκηνάς · διὸ οὖν, ἄδελφε, ὅπως ἐνταλῇς τῷ ἀνδρί. Γαία τεσεινα ὑπηρετήσῃ? χορτάρια τῷ ἐμῷ φίλῳ καὶ γὰρ μέλλει αὐτῷ χρῄζεσθαι.chr.wilck.21_2
ἀσπάζομαι τὴν ἀδελφήν μου πολλὰ καὶ τὰ τέκνα αὐτῆς καὶ Σερῆνον καὶ τοὺς φιλοῦντας ἡμᾶς πάντας. ἐρρῶσθαί σε εὔχομαι.chr.wilck.21_3
ἀπόδος Ζωσίμῳ ἀδελφῷ ╳ Πτολεμαίου ἀδελφοῦ.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)