TM 3601
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
upz.2.199
1 Διονύσιος Διογένει χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ ἀ̣γ̣ν̣οήσ̣αντε[ς]2 εἰς τὸν μέγιστον θεὸν Ἀμονρασοντὴρ ἐπεστείλαμεν κατὰ τὰς
3 διαγρ(αφὰς) οὗ ἐώνητο γέρως πτεροφ(ο)ρ(ία)ς ἀναλύσεις χρημάτων τῶ[ν]
4 τῆς ὠ̣νῆς (ταλάντων) σν, ἀφʼ ὧ[ν] καὶ ἀνείρητο ὁ θεοῖσιν ἐκτρὸς* Ἁρσιῆσις
5 εἰς λόγον (τάλαντα) ϙ, ὑπάρχει δὲ τοῖς ἱερεῦσι θέματα τοῦ ἱεροῦ πλοίου
6 τοῦ Φαῶφι καὶ Παῦνι τοῦ μ |s-etous| ἔτους (τάλαντα) ν καὶ ἀνκυρῶν τῶν
7 Π[α]ποη̣ριείου ἄλλα (τάλαντα) μ (γίνεται) (τάλαντα) ϙ, ὥστʼ εἶναι τὰ ἴσα τοῖς κεχρηματισμοις*,
8 προαιρούμεθα μεταδραμεῖν τὸ γεγονὸς ἀσέβημα καὶ εὐίλατον
9 τὸν θεὸν ἔχειν τὸν καὶ ἀρχῆς καὶ νῦν σώζοντα ἡ[μ]ᾶς, καὶ γὰρ
10 ἃ ἐπὶ τῆς καταμετ[ρήσ]εως τῶν νήσων αὐτοῦ πεποήκαμεν*,
11 πᾶσιν εὔδηλά ἐσ[τιν] χωρὶς τῶν καὶ ἄλλων ὑφʼ ἡμῶν περιγεγονότων.
12 καλῶς ποήσεις* τοῖς θέμασι τούτοις καταχρησάμενος ἀντὶ τῶν
13 ἀνηλωμένων (ταλάντων) ϙ καὶ τὸν χρηματισμὸν ἔκ τε τῶν λόγων περι-
14 γράψας καὶ τὸν αὐτόγραφον σὺν τῆι ἐπιστολ(ῆι) ταύτηι ἀναπέμψας.
15 τοὺς γὰρ ἱερεῖς πεπείκαμεν παραχωρῆσαι τὰ χρήματα, ἐφʼ ὧι
16 πάλιν ἐκ τοῦ ἰδίου διορθωσόμεθα διὰ τὸ εὐλαβῶς ἔχειν ἡμᾶς
17 τὰ πρὸς τὸν Ἀμενῶφιν καὶ τὸν Ὀσῖριν. διὸ καὶ ἐπιμνησθεὶς
18 ὧν ηὐεργετήκαμέν σε ἀνθʼ ὧν σὺ ἀφήλικας ἡμᾶς συνκαταράσσων*
19 τῶι τοῦ Παιοῦτος ὅσα ὑπʼ ὀλίων* ἡμερῶν εἰς τέλος μεταστ̣αθήσ̣εται
20 καὶ τὰ ἴδια προσαποβαλεῖ πάντως, πόησον* τὰ ὑ̣π̣ο̣δ̣ε̣ι̣κν̣υ̣όμενα κ[αὶ]
21 τὸν χρηματισμὸν ἡμῶν πέμψον σὺ̣ν τῆι ἐπιστολῆι. εὖ γὰ[ρ]
22 ἀπαντηθησόμεθά σοι ἀχαρίστωι ὄντι. ἐγλογίζου καὶ ὡς ἂν ἐπι[τ]ελ[έ]σ̣η̣ς,
23 διασάφη(σον). ἔρρωσο. (ἔτους) μ Φαῶφι ιζ.
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)