TM 3602
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
upz.2.200
Ποσειδώνιος ὁ παρʼ Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως. κατακολουθήσας τοῖς ὑπὸ τοῦ θηβάρχου ἐπεσταλμένοις σοι περὶ τούτου ποιῆσαι ἀκολούθως τὴν ἀπόδοσιν τῶν χρημάτων, ἐφʼ ὧι, ἐάν τι εὑρίσκηται διαγραφ κ[....] ἐκ τῶν εἰς τὰς συντάξεις ἐκτιθεμένων, ὑπολογηθήσεται. ἔτους μ Παχὼν ιη. Διονύσιος Ἡρακλείδει χαίρειν. τῶν ἱερέων τοῦ Ἀμονρασονθὴρ καὶ τῶν συννάων θεῶν γραψάντων ἡμῖν τὴν ὑποκειμένην ἐπιστολήν, διʼ ἧς προενεγκαμένων ἐπεστάλθαι παρὰ Δημητρίου τοῦ θηβάρχου τοῖς γραμματεῦσι τοῦ ἱεροῦ εἰς τὴν ἐγδεδομένην διαγραφὴν ἐκ τοῦ βασιλικοῦ κατὰ τοῦ ὑπάρξαντος Ὥρωι Ἐ[..]ύγχιος γέρως πτεροφορικοῦ Ζμίνει Ὥρου καὶ Θοτορταίωι Ἁρσιήσιος μηθὲν ἐκτιθέναι, Διογένει δὲ τῶι μεταχειριζομένωι τὴν τράπεζαν μὴ προσχρήσασθαι τῆι διαγραφῆι, τὰ δὲ πεπτωκότα χρήματα εἰς τὴν τιμὴν μεταθεῖναι εἰς τὸν τῶν θεμάτων λόγον μέχρι τοῦ διαγνωσθέντων τῶν ἐκτιθεμένων πρὸς τὰς τοῦ ἱεροῦ προσόδους ἀντιδιαγραφῆναι ὡς καθήκει, καὶ διὰ τοὺς ἐπεσταλμένους χρηματισμοὺς ὑποδεικνύντων μηθὲν ἐκ τοῦ ἱεροῦ ἐκτίθεσθαι αὑτοῖς εἰς τὸ γέρας, ὅθεν καὶ τῆς λειτουργίας ἐξίστασθαι καὶ αἰτούντων τὰ διαγεγραμμένα εἰς ταῦτα χαλκοῦ τάλαντα σν διὰ τὸ μηθὲν ὀφείλειν τὸ ἱερόν, ὅπως καταχρῶνται εἰς ἄλλας τινὰς λειτουργίας καὶ ἐπειγούσας τοῦ ἱεροῦ χρείας, τὸν τραπεζίτην Διογένην μεταπεμψάμενοι ἐπηρώτησαν, πότε ἀποδέδοται ὁ παρὰ τοῦ Δημητρίου περὶ τούτων πρὸς αὐτὸν χρηματισμός, τούτου δὲ ἀνθομολογησαμένου ἐν τῶι Μεσορὴ μηνὶ ε[..]ανειλῆφθαι ἀκολούθως τοῖς ἐπεσταλμένοις καὶ τῶν ἱερέων τῶν δὶς προσεδρευσάντων [..........]ης, τῶν γὰρ τῆς ἐγκλήσεως ἐξισταμένων τῆς ἐνποιήσεως καθότι διὰ τῆς παρʼ αὐτῶν ἐπιστολῆς δεδήλωται ἐπί τε τὴν τούτων τῶν χρημάτων ἀπόληψιν καταφευγόντων ἕνεκα τοῦ ὥς φασιν εἰς δέοντα χρήζειν αὐτῶν καὶ τῶι μ[---]ειν, ὅπως ἐξαντιδιαγράψωμεν ἀκολούθως τοῖς ὑπὸ τοῦ Δημητρίου ἐπεσταλμένοις [---]ει[.] ὑπερ[.][---] τῆι ἀποδόσει. κατακολουθήσας οὖν χρημάτισον ἀπὸ τῆς ἐν Διὸς πόλει τῆι Μεγάληι τραπέζης συνυπογράφοντος Ἡλιοδώρου τοῦ βασιλικοῦ γραμματέως τοῖς ἱερεῦσι τὰ τοῦ χαλκοῦ τάλαντα σν γίνεται τάλαντα σν καὶ [---] μέντοι γʼ ἐὰν ὁ διοικητὴς ἑτέρως κρίνῃ πρὸς τοὺς αἰτησαμένους [---]σεται ἀκολούθως τοῖς σταθεῖσι καὶ σύμβολον ποίησαι ὡς καθήκει. οἱ ἱερεῖς τοῦ Ἀμονρασονθὴρ καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητόρων καὶ θεῶν Εὐεργετῶν Διονυσίωι χαίρειν. [---][...] [---][....]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)