TM 8921
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.1.153
1 ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρ[ος] [Τίτου]2 Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβ[οῦς]
3 μηνὸς Ξανδικοῦ κδ Μεχεὶρ κδ ἐν Διονυσιάδι τ[ῇ]
4 πρὸς τοῖς Χαλκωρ[υ]χίο[ι]ς τῆς Θεμίστου μερίδος τοῦ Ἀρσιν[οείτου]
5 νομοῦ. ὁμολογεῖ Διδύμη Πετεσούχου τοῦ Παποῦτος [ἀπὸ]
6 κώμης Διονυσιάδος ὡς ἐτῶν πεντήκοντα ἄσημος [με]-
7 τὰ κυρίου τοῦ ἀνδρὸς Ἀγχορίμφιος τοῦ Πάπου ὡς ἐτῶν ἑξ[ή]-
8 κοντα οὐλῇ δακτύλῳ πρώτῳ χιρὸς* ἀριστ(ερᾶς) Ἁρπαγά[θῃ] ὡ[ς]
9 ἐτῶν ἑξήκοντα οὐλῇ ὀφρύει* δεξιᾷ, καὶ Σαταβοῦ[τι] [ὡς]
10 ἐτῶν πεντήκοντα οὐλῇ πήχει ἀριστερῷ, ἀμ[φοτέροις]
11 Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαί[ου] [Νή]-
12 σου Ἡρακλείδου μερίδος πεπρακέναι τὴν ὁμολογο[ῦσαν]
13 Διδύμην τῷ Ἁρπαγάθῃ καὶ Σαταβοῦτι κοινῶς ἐξ [ἴσου]
14 ἀπὸ τοῦ νῦν διὰ παντὸς τὴν ὑπάρχουσαν αὐτῇ Διδύμῃ
15 κάμηλον μίαν τελείαν θήλειαν μελαίνην* κεχαρα-
16 γμένην ἐπὶ τῷ δεξιῷ μηρῷ θῆτα ε καὶ νῦ ἦτα καὶ [ἐπὶ] τῇ
17 δεξι[ᾷ] [σ]εαγόνι* κα κλαὶ* ἄλφα, ἣν κ[αὶ] παρείληφαν ὅ τε
18 Ἁρ[παγά]θης καὶ Σαταβοὺς ταύτην τυαύτην* ἀναπόριφον
19 ἀφʼ [ὧν] [ἔ]χει ἡ Διδύμη ἐν ἀπογραφ[ῇ] καμήλων ἐπὶ κ[ώμης]
20 Διονυσιάδος κὰ ἀπέχειν τὴν Διδύμην παρὰ Ἁρπα-
21 γάθου καὶ Σαταβοῦτος τὴν συνπεφωνημένην τῆς καμή-
22 λου τιμὴν κοινῶς̣ ἀργυρίου δραχμὰς ὀκτακοσίας παρα-
23 χρ[ῆ]μα καὶ βεβαιώσιν* τὴν Διδύμην πάσῃ βεβαίωσι* καὶ
24 ἀπὸ δημοσίων ταύτης μέχρι τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου
25 (ἔτους) καὶ αὐτοῦ καὶ ἐπάναγκον τὸν Ἁρπαγάθην καὶ Σαταβοῦν
26 ταύτην ἀπογράψασθαι ἐν τῇ τῶν καμήλων ἀπογραφῇ τοῦ ἰσιόν-
27 τος* ἑκκαιδεκάτου (ἔτους) ἐπʼ ὀνόματος αὐτῶν ἐπὶ κώμης Σοκν[οπαίου]
28 Νήσου κ̣α̣ὶ̣ ἀ[π]οδώσιν* αὐτοὺς τὰ ἀπὸ τοῦ ἑκκαιδεκάτου [(ἔτους)] [δημό]-
29 σια ταύτης. ὑπογρ(αφεῖς) τῆς αὐτῆ(ς) Διδύμης Ἀγχο(ρῖμφις) ὁ προγ(εγραμμένος) τῶν δὲ ἄλλων Ἁρπα[γάθης]
30 Διδύμη Πετεσούχου τοῦ Παποῦτος μετὰ κυρ[ίου] [τοῦ]
31 ἀνδρὸς Ἀγχορίμφιος Πάπου ὁμολογῶ πεπρακέ[ναι]
32 το* Ἁρπαγάθι καὶ Σαταβοῦτι κοινο͂ς* τὴν προγιμέ[νην]*
33 κάμηλον μίαν θήλιαν* τελίαν* μέλειναν* [κεχαρα]-
34 γμένην ἐπὶ το* δεξιῷ μηρῷ θε καὶ νη καὶ ἐπὶ τῇ
35 δεξιᾷ σεαγόνι* κλα ταύτην τυαύτην* ἀναπόρι-
36 φον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς
37 ὀκκτακοσίας* καὶ βεβεώσω* ὡς πρόγιται*. Ἀγχορῖνφ[ις]
38 ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὺ* εἰτύεις* γράμματα.
39 Ἁρπαγάθης καὶ Σαταβοὺς ἀμφότεροι Σαταβοῦτος τοῦ Ἁρπ[αγάθου]
40 ἠκοράκαμεν* κοινῶς τὴν προκειμένην κάμηλον ἣν
41 καὶ ἀπογραψόμεθα ἐν (τ)ῇ τοῦ ἑκκαιδεκάτου ἔ[τ]ου(ς) ἀπογραφῇ καμή[λ(ων)]
42 καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν Ἁρπαγάθης Πακύσεως
43 μὴ εἰδότων γράμματα. (ἔτους) ιε Αὐτοκράτορος Καίσαρος Τίτου
44 Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Εὐσεβοῦς Σεβα(στοῦ) Μεχ(εὶρ) κδ ἀναγέγραπ(ται)
45 διὰ γραφείο[υ?] Διον̣υ̣σ̣ι̣[άδος?]
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)