Unregistered user (18.117.190.170). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 9056 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/9056

Information mentioned in this text

    TM 9056

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    chr.mitt.316_1

    [---] ἑρμηνεία διαθήκης. Γάιος Λογγῖνος Κάστωρ οὐετρανὸς ἐντίμως ἀπολυθεὶς ἐκ κλάσσης πραιτωρίας Μισνηῶν διαθήκην ἐποίησεν. ἐλευθέρας εἶναι κελεύω Μαρκέλλαν δούλην μου μείζονα ἐτῶν τριάκοντα καὶ Κλεοπάτραν δούλην μου μείζονα ἐτῶν τριάκοντα [.] ἐξ ἴσου μέρους ἐμοῦ κληρονόμοι ἔστωσαν οἱ δὲ λοιποὶ πάντες ἀποκληρόνομοι [...] ἔστωσαν. προσερχέσθωσαν οὖν τῇ κληρονομίᾳ μου? ἑκάστη ὑπὲρ τοῦ ἰδίου μέρους ὁπόταν γνῷ καὶ δύνηται μαρτύρασθαι ἑαυτὴν ἐμοῦ κληρονόμον εἶναι, μὴ ἐξεῖναι δὲ πιπράσκειν μηδὲ ὑποτίθεσθαι. ἀλλʼ εἴ τι ἐὰν ἀνθρώπινον πάθῃ Μαρκέλλα ἡ προγεγραμμένη, τότε τὸ μέρος τῆς κληρονομίας ἑαυτῆς πρὸς Σαραπίωνα καὶ Σωκράτην καὶ Λόγγον καταντῆσαι θέλω. ὁμοίως Κλεοπάτραν τὸ μέρος αὐτῆς πρὸς Νεῖλον καταντῆσαι θέλω. ὃς ἐάν μου κληρονόμος γένηται, ὑπεύθυνος ἔστω δῶναι ποιῆσαι παρασχέσθαι ταῦτα πάντα, ἃ ἐν ταύτῃ τῇ διαθήκῃ μου γεγραμμένα εἴη, τῇ τε πίστει αὐτῆς παρακατατίθεμαι. Σαραπιὰς δούλη μου, θυγάτηρ Κλεοπάτρας ἀπελευθέρας μου, ἐλευθέρα ἔστω ᾗ καὶ δίδωμι καταλείπω ἀρούρας σιτικὰς πέντε, ἃς ἔχω περὶ κώμην Καρανίδα ἐν τόπῳ λεγομένῳ Στρουθῷ, ὁμοίως ἄρουραν μίαν τέταρτον κοιλάδος, ὁμοίως τρίτον μέρος οἰκίας μου καὶ τρίτον μέρος ἐκ τῆς αὐτῆς οἰκίας, ὃ ἠγόρασα πρότερον παρὰ Πραπεθεῦτος μητρὸς Θασεῦτος, ὁμοίως τρίτον μέρος φοινικῶνος, ὃν ἔχω ἔγγιστα τῆς διώρυγος, ὃ καλεῖται

    chr.mitt.316_2

    Παλαιὰ Διῶρυξ. ἐκκομισθῆναι περισταλῆναί τε ἐμαυτὸν θέλω τῇ φροντίδι καὶ εὐσεβείᾳ τῶν κληρονόμων μου. εἴ τι ἐὰν ἐγὼ μετὰ ταῦτα γεγραμμένον καταλείπω τῇ ἐμῇ χειρὶ γεγραμμένον οἵῳ δήποτε τρόπῳ βέβαιόν μοι εἶναι θέλω. ταύτῃ τῇ διαθήκῃ δόλος πονηρὸς ἀπέστη. οἰκετίαν χρήματα τε τῆς διαθήκης γινομένης ἐπρίατο Ἰούλιος Πετρωνιανὸς σηστερτίου νούμμου ἑνός, ζυγοστατοῦντος Γαίου Λουκρητίου Σατορνείλου, ἐπέγνω. ἀντεμαρτύρατο Μᾶρκον Σεμπρώνιον Ἡρακλιανόν, ἐπέγνω. ἡ διαθήκη ἐγένετο ἐν κώμῃ Καρανίδι νομῷ Ἀρσινοείτῃ πρὸ ιε καλανδῶν Νοεμβριῶν δυσὶ Σιλάνοις ὑπάτοις ἔτους λ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Ἁθὺρ κα εἰ δέ τι περισσὰ γράμματα τῇ χειρί μου γεγραμμένα καταλείπω βέβαια εἶναι θέλω. ἠνοίγη καὶ ἀνεγνώσθη Ἀρσινοείτῃ μητροπόλει ἐν τῇ Σεβαστῇ ἀγορᾷ ἐν τῇ στατιῶνι τῆς εἰκοστῆς τῶν κληρονομιῶν καὶ ἐλευθεριῶν πρὸ θ καλανδῶν Μαρτιῶν ὑπάτοις τοῖς οὖσι, ἔτους β Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σευήρου Περτίνακος Σεβαστοῦ Μεχεὶρ κζ. οἱ λοιποὶ σφραγισταὶ Γάιος Λογγῖνος Ἀκύλας, ἐπέγνω, Ἰούλιος Βολύσσιος, Μᾶρκος Ἀντίστιος Πετρωνιανὸς Ἰούλιος Γεμέλλος οὐετρανός. ἑρμηνεία κωδικίλλων διπτύχων. Γάιος Λογγῖνος Κάστωρ οὐετρανὸς ἀπολυθεὶς ἐντίμως ἐκ κλάσσης πραιτωρίας Μισηνῶν κωδικίλλους ἐποίησα. Μᾶρκον Σεμπρώνιον Ἡρακλιανὸν φίλον καὶ ἀξιόλογον ἐποίησα ἐπίτροπον τῇ ἰδίᾳ πίστει. συνγενεῖ Ἰουλίῳ Σερήνῳ δίδωμι καταλείπω σεστερτίους νούμμους δ. πρὸ ζ εἰδῶν Φεβραριῶν τῇ ἰδίᾳ μου χειρὶ ἔγραψα. ἐσφράγισαν Λογγῖνος Ἀκύλας καὶ Οὐαλέριος Πρίσκος · σφραγισταί Γάιος Λογγῖνος Ἀκύλας ἐπέγνω Ἰούλιος Φιλόξενος, Γάιος Λουκρήτιος Σατορνεῖλος, ἐπέγνω, Γάιος Λογγῖνος Κάστωρ, Ἰούλιος Γεμέλλος οὐετρανός. ἠνοίγησαν καὶ ἀνεγνώσθησαν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἡ διαθήκη ἐλύθη. Γαίος Λούκκιος Γεμινιανὸς νομικὸς Ῥωμαικὸς ἡρμήνευσα τὸ προκείμενον ἀντίγραφον καί ἐστιν σύμφωνον τῇ αὐθεντικῇ διαθήκῃ.

    chr.mitt.316_3

    [...................] Γαίου Λογγείνου κάστορος

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select an abbreviation from the left