Unregistered user (18.220.167.115). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 9923 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/9923

also known as P. Cattaoui; PCattaoui

Information mentioned in this text

    TM 9923

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    chr.mitt.372_1

    [..]τος καὶ αὐτὸν ἔχειν περί τινων πρὸς αὐτήν, Λοῦπος εἶπεν · περὶ [.......................] τὸν στρατηγὸν τῆς πόλεως κριτήν σοι δίδωμι. ἔτους κ Θεοῦ Τραιανοῦ Τῦβι δεκάτῃ. Λουκίας Μακρίνας διὰ Φανείου ῥήτορος εἰπούσης ἀπαιτεῖν παρακαταθήκην ἐξ ὑπαρχόντων Ἀντωνίου Γερμανοῦ στρατιώτου τετελευτηκότος Λοῦπος εἶπεν · νοοῦμεν ὅτι αἱ παρακαταθῆκαι προῖκές εἰσιν. ἐκ τῶν τοιούτων αἰτιῶν κριτὴν οὐ δίδωμι. οὐ γὰρ ἔξεστιν στρατιώτην γαμεῖν. εἰ δὲ προῖκα ἀπαιτεῖς, κριτὴν διδοὺς δόξω πεπεῖσθαι νόμιμον εἶναι τὸν γάμον. ἐξ ἀναπομπῆς Μαμερτείνου · ἔτους ιη Ἁδριανοῦ τοῦ κυρίου Φαμενὼθ α, ἐν Κόπτῳ, Χθινβόις πρὸς Κάσιον Γεμέλλον ἱππέα Βουκοντίων ἐπὶ παρόντι τῷ πατρὶ αὐτῆς Ὀρεστοοῦφι. Ἀπολιναρίου ῥήτορος εἰπόντος ὀφειλομένων ὑπὸ Γεμέλλου Τινβόιδι δραχμῶν ἑπτακοσίων κατὰ διαγραφὴν μετιέναι τοῦτον ἀκολούθως τῇ διαγραφῇ, Ἀλεξάνδρου καὶ Ἡρακλείδου ῥητόρων ἀποκριναμένων Χθινβόιν ὡς γεγαμημένην αὐτῷ ἀπαιτεῖν αὐτὸν βούλεσθαι προῖκα ἣν ἀποδέδωκεν αὐτῷ μήτε δύνασθαι λαβεῖν

    chr.mitt.372_2

    ἀπηγορευμένου στρατιώταις ἑλέσθαι γυναῖκας, τὸν δὲ πατέρα αὐτῆς ἐπιτροπεύσαντα αὐτοῦ λογοθετηθέντα πρὸς αὐτὸν προεῖσθαι αὐτῷ γράμματα ε[........]ηρηκέναι ἐν τούτῳ λογο[........] περὶ προικὸς πιστευθεῖσα τω[........]πο τοῦ μετάλλου οἴκημα ἐκτεπροθ[........]να αὐτοῦ καὶ ἄλλα πλεῖστα καὶ περὶ τῆς ὑφαιρέσεως τὴν ἐνκαλουμένην [...]ειληγέναι τὴν τοῦ λόγου τάξιν, δεῖσθαι οὖν ἃ ὑφείλατο ἐπαναγκασθῆναι ἀνταποδοῦναι, τοῦ συνηγοροῦντος [.]ν τι προενεγκαμένου μηδὲν μὲν αὐτὴν ὑφῃρῆσθαι τοῦ Γεμέλλου, δεδανεικέναι δὲ αὐτῷ κατὰ δύο διαγραφὰς τὰς ἑπτακοσίας δραχμάς, κατὰ μὲν πρώτην σξ κατὰ δὲ δευτέραν υμ, καὶ οὐχ ὡς ἄνδρα ἀλλʼ ὡς ὑπόχρεον ταύτας ἀπαιτεῖν, ἀναγνωσθεισῶν τῶν διαγραφῶν ὁ ἱερεὺς καὶ ἀρχιδικαστής. στρατιώταις μὲν ἀπηγόρευται γυναῖκας ἑλέσθαι [---] δὲ αὐτοὺς οὐδὲ εις[.][---] μὴ περιεχούσης τῆς δευτέρας διαγραφῆς εἰς προικὸς λόγον ἀναφέρεσθαι τὰς υμ, α[---]

    chr.mitt.372_3

    ταύτας αὐτῇ ἀποδοῦναι, [..]α δε κατὰ τὴν δευτέραν διαγραφὴν [..]ι τῶν σξ κρατεῖσθαι οὐ δύναται, προικὸς δίκαια τούτων ἐχουσῶν. Γεμέλλου ἀξιοῦντος τηρηθῆναι αὐτῷ λόγον τῆς ὑφαιρέσεως πρὸς τὴν Χθινβόιν [...], Οὔλπιος Ἀσκληπιάδης γενόμενος ἔπαρχος σπείρης δευτέρας Ἱσπανῶν ὁ ἱερεὺς καὶ ἀρχιδικαστής · ἐάν τινας ἐναργεῖς ἀποδείξεις ἔχῃς, ἐὰν ἐπενέγκῃς, ἀκούσομαί σου. ἔτους ιη Τραιανοῦ Φαῶφι ἑβδόμῃ καὶ εἰκάδι. Λονγίνου Υ[..]ου εἰπόντος Ῥωμαῖον ἑαυτὸν ὄντα ἐστρατεῦσθαι ἐν σπείρῃ πρώτῃ Θηβαίων ὑπὸ Σεουῆρον, συνῳκηκέναι δὲ ἐν τῇ στρατείᾳ γυναικὶ Ῥωμαίᾳ ἐξ ἧς πεπαιδοποιῆσθαι Λονγεῖνον Ἀπολινάριον καὶ Λονγείνιον Πομπώνιον οὕσπερ ἀξιοῖ ἐπικριθῆναι, Λοῦπος λαλήσας μετὰ τῶν νομικῶν εἶπεν · ἐπεὶ σεσήμανται οἱ παῖδες ὡς ἐκ Ῥωμαίας γεγενημένοι, σὺ αὐτοὺς καὶ θέλεις ἐξ ἐπικρίσεως νομίμους καταλείπειν, νόμιμον δὲ πατέρα αὐτῶν ποιεῖν οὐ δύναμαι.

    chr.mitt.372_4

    ἔτους ιη Τραϊανοῦ Παῦνι ι. Χρώτιδος διὰ Φιλοξένου ῥήτορος εἰπούσης ἀστὴν ἑαυτὴν οὖσαν συνεληλυθέναι Ἰσιδώρῳ ἀστῷ, μετὰ ταῦτα δὲ στρατευσαμένου ἐκείνου εἰς χώρτην ἐσχηκέναι ἐξ αὐτοῦ υἱὸν Θεόδωρον περὶ οὗ ἐντυγχάνει ἀξιοῦσα εἰ ἠμελήθη ἀπαρχὴν αὐτοῦ ἀποτεθῆναι, ὅτι δὲ υἱός ἐστιν ἐκείνου ἐκ διαθήκης ἣν ἔγραψε φανερὸν εἶναι, κληρονόμον γὰρ αὐτὸν τῶν ἰδίων ἀπολελοιπέναι, ἀναγνωσθείσης διαθήκης Ἰουλίου Μαρτιαλίου στρατιώτου σπείρης πρώτης Θηβαίων, ____ Λοῦπος λαλήσας μετὰ τῶν φίλων εἶπεν · οὐκ ἐδύνατο Μαρτιάλιος στρατευόμενος νόμιμον υἱὸν ἔχειν, κληρονόμον δὲ αὐτὸν ἔγραψεν νομίμως. ἔτους ε Ἀντωνείνου τοῦ κυρίου ἐπαγομένων γ. προσελθόντων Ὀκταουίου Οὐάλεντος καὶ Κασίας Σεκούνδης πρὸ μιᾶς ὑπερτεθέντων, Εὐδαίμων βουλευσάμενος σὺν τοῖς παροῦσι εἶπεν · καὶ ἐχθὲς εὐθὺς τῶν ὑπομνημάτων τοῦ κρατίστου Ἡλιοδώρου ἀναγνωσθέντων καὶ τῆς αἰτίας διʼ ἣν ὑπερέθετο δήλης

    chr.mitt.372_5

    γενομένης ἰδεῖν περὶ ἀπηγορευμένων πράγματος ἐντυχοῦσαν τὴν μητέρα τὴν τοῦ παιδὸς τούτου, καὶ σήμερον ἐντυχὼν τοῖς εἰς τοῦτο διαφέρουσιν πράγμασιν βεβαιῶ ὃ ἐχθὲς ὑπελάμβανον. ἐξερχομένου εἴτε ἐν τάξει εἴτε ἐν σπείρᾳ εἴτε ἐν εἴλῃ ὁ γεννηθεὶς οὐ δύναται εἶναι νόμιμος υἱὸς. μὴ ὢν δὲ νόμιμος υἱὸς τοῦ πατρὸς ὄντος Ἀλεξανδρέως Ἀλεξανδρεὺς οὐ δύναται εἶναι. ὁ παῖς οὗτος γεγέννηται τῷ Οὐάλεντι στρατευομένῳ ἐν σπείρᾳ · ὀθνεῖος αὐτοῦ ἐστιν · εἰσαχθῆναι εἰς τὴν πολιτείαν τὴν Ἀλεξανδρέων οὐ δύναται. καὶ προσέθηκεν · ἐχθὲς ἔφης ἄλλους ἐσχηκέναι παῖδας · ποίας ἡλικίας εἰσίν, πότε ἐγεννήθησαν; Ὀκταούιος Οὐάλης ἀπεκρίνατο ὁ εἷς νῦν, ὁ εἷς δὲ προγενέστερός ἐστιν. Εὐδαίμων εἶπεν · ὁ προγενέστερος ποῦ σοι στρατευομένῳ ἐγένετο; Οὐάλης ἀπεκρίνατο ἐν χώρτῃ καὶ οὗτος ὁ μικρότερος. Εὐδαίμων εἶπεν · ἴσθι καὶ ἐκείνους τῆς αὐτῆς τάξεως τούτῳ ὄντας. Ἔνια ἀπαράβατά ἐστιν. Οὐάλης εἶπεν · ἄρτι, ἐὰν γένηταί με ἀποδημεῖν, σὺ αὐτός μοι ὑπογράψεις διʼ ἐπιτρόπου ἀπολαβεῖν με τὰ δίκαια. τί ἠδίκησαν οἱ παῖδες; Εὐδαίμων εἶπεν · εὔηθες πεποίηκα διὰ πολλῶν εἰπὼν ὃ ἐδυνάμην [..]τευσαι ἐν ἐλαχίστῳ. ἐπειδὴ τοίνυν ἐπιχειρεῖς τοῖς ἀδυνάτοις, οὔτε οὗτος οὔτε οἱ ἄλλοι υἱοί σου Ἀλεξανδρέων πολῖταί εἰσιν.

    chr.mitt.372_6

    ἰδίου λόγου Ἰουλιανοῦ. ἔτους κ Ἁδριανοῦ τοῦ κυρίου Ἁθὺρ κε. Σαραπίωνος Ἀπολλωνίου καὶ Ἀμοισοισᾶ Ἡλιοδώρου κατηγορούντων Κορνηλίας διʼ Ἀπολλωνίου πρεσβυτέρου ῥήτορος ὡς ἐπικρατούσης ἀνδραπόδων ζ καταγραφένων αὐτῇ ὑπὸ Ἀκουτιανοῦ ἀκληρονομήτου ἐν τῷ τῆς συνβιώσεως χρόνῳ, καὶ Θέωνος ῥήτορος παρισταμένου τῇ Κορνηλίᾳ φάσκοντος γάμον νόμιμον μὴ γεγονέναι, στρατευομένῳ γὰρ συμβεβληκέναι τῷ Ἀκουτιανῷ καὶ τὰ ἀνδράποδα ταύτην ἐωνῆσθαι, ἀναγιγνώσκοντός τε ὠνὴν Μούσης σὺν ὑποτιτθικῷ ἐπὶ τοῦ δωδεκάτου ἔτους καὶ Δάφνης ἐπὶ τοῦ ιθ, οἰκογενείας δὲ Θρεπτοῦ καὶ Συντρόφου, φάσκοντος δὲ Ὡρείωνος ῥήτορος παρισταμένου αὐτῇ Σεουῆρον ὑποτίτθιον ἔτι εἶναι ἐκ Μούσης γενόμενον, Ἐλπιδηφόρου δὲ οἰκογένειαν μὴ ἔχειν, τοῦτο δὲ ἐπὶ πολλῶν φιλεῖν γενέσθαι, μὴ γὰρ παίδων οἰκογενείας τάσσεσθαι, Ἰουλιανός · τὸ μετὰ τὴν στρατείαν ὠνη?θὲν ἀνδράποδον καὶ οὗ μὴ ἐπήνεγκας οἰκογένειαν [.....]ται εἰς τὸν κυριακὸν λόγον τὰ ἄλλα σοι ἀνίημι. ἀξιούσης αὐτῆς ἀποδοθῆναι τάλαντον ὃ ἔσχεν παρʼ αὐτῆς Ἀκουτιανὸς ἐν παρακαταθήκῃ καὶ ἀναγινωσκούσης τὰ γράμματα, τοῦ δὲ κατηγόρου λέγοντος τοῦτο εἶναι τὸ γαμικὸν συμβόλαιον, τοὺς γὰρ στρατευομένους οὕτω συμβάλλειν, Ἰουλιανός · τὸ ἀναγνωσθὲν δάνειον ἐκβάλλω ἐκ παρανόμου γάμου γενόμενον.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a text irregularity from the left

Select an abbreviation from the left