ctr
βασ[ιλ]έως προστάξαντο[ς].
τοὺς κατὰ τὴν χώραν τελοῦντα[ς]
τῶι Διονύσωι καταπλεῖν εἰς Ἀλε[ξ]άν-
δρειαν, τοὺς μὲν ἕως Ναυκράτε[ως] ἀ-
5φʼ ἧς ἡμέρας τὸ πρόσταγμα ἔκκειται
ἐν ἡμέραις ι, τοὺς δὲ ἐπάνω Ναυκράτε-
ως ἐν ἡμεραι(*) κ καὶ ἀπογράφεσθ[αι] πρὸς
Ἀριστόβουλον εἰς τὸ καταλογεῖον [ἀ]φʼ ἧ[ς]
ἂν ἡμέρας παραγένωνται ἐν ἡμ[έρ]αις
10τρ[ι]σίν , διασαφεῖν δὲ εὐθέως καὶ π[αρὰ τί-]
νων παρειλήφασι τὰ ἱερὰ ἕως γενε[ῶν τρι-]
ῶν καὶ διδόναι τὸν ἱερὸν
λόγον ἐ̣[σφ]ραγ̣ι̣σ̣[μένον]
ἐπιγράψαντα 〚 τὸ ὄνομα〛 ἕκαστ[ον] τὸ αὑ[το]ῦ
15ὄνομα.
minf
15τοὺς κατὰ τὴν χώραν ἡμῶν [ -ca.?- ]
τοὺς κατὰ τὴν χώραν [ -ca.?- ]

Apparatus


^ ctr.7. l. ἡμέραι<ς>