TM 12360
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mil.vogl.2.63
Π̣τολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυ μνασιαρχ(ηκότος) καὶ Γεμείνῳ γεγυμνασιαρχ(ηκότι) καὶ Ἀμ[α]τίῳ τῷ καὶ Παυλείνῳ ἀμφοτ(έροις) Πάτρωνος γεγυμνασιαρχηκότ(ος) παρὰ Πέννειτος Ὀρσενούφεως τοῦ Πέννειτος [ἀ]π[ὸ] [κώ]μης Θεογονίδος καὶ Σύρου Δημητρίου [ἀ]π̣ὸ̣ ἀμφόδου Μακεδόνων τῶν δύο̣ γεωρ γ̣ῶν καὶ ἀλλήλων ἐ̣γγ[ύ]ων εἰς ἔκτ̣ε̣ι̣σ̣ι̣ν̣. β̣ο̣υ̣λό μεθα μισθώσασ̣θαι παρʼ ὑμῶν εἰς ἔτη ἓξ ἀπὸ τοῦ εἰσιό[ντος] [ἑ]νδεκάτου ἔτους Αὐρηλί[ου] Ἀντωνίνου Κ[αί]σαρος [τ]οῦ κυρίου τὰς ὑπαρχού σας ὑμεῖν*, τῷ μὲ̣ν̣ Πτ[ο]λλαρίωνι κατὰ τὸ ἥμ(ισυ) μέρος καὶ τοῖς περὶ Γέμεινον κατὰ τὸ λοιπὸν ἥμισυ, περὶ τὴν προκειμένην κώμην Θεογο νίδα σιτικὰς ἀρούρας ὀκτὼ ἐν τῷ λεγομένῳ [Πυρροῦ] [κλήρ]ῳ ἐν δυσὶ κοίταις · τὸ μὲν πρῶτον [καὶ] [τρίτον] κ̣α̣ὶ̣ πέ̣μ̣πτον ἔτος εἰς σπορὰν χόρ [του] [κα]ταβρώματος προβάτων, φόρου ἐπὶ τὴν τ[ριετίαν] κατʼ ἔτο[ς] [ἀ]σπερμεὶ* τῶν ὅλων ἀρουρῶν ὀκ[τὼ] ἀργυρίου δρ̣α̣χμῶν ἑξήκοντα τεσσά ρ̣ω̣ν̣ · τὸ δὲ δεύτερον̣ καὶ τέταρτον καὶ ἕκτον [ἔτος] εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν [τριετίαν] κατ̣ʼ ἔ̣τος [σ]ὺν αἷς λημψόμεθα σπερ μ[άτων] πυροῦ ἀρτάβαις ὀκτὼ τοῦ παν τος̣ π̣υ̣ροῦ ἀρταβῶν ἑκατὸν ἑπτὰ πάντων ἀν[υ]πολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσο μεν τὰ κατʼ ἔτος ἔργα ὅσα καθήκει τοῖς δέουσι καιροῖς, βλά̣βος μηδὲν ποιουντες, καὶ τὰ ἐκ φό̣ρια ἀποδώσωμεν* κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ [ἅλ]ῳ νέα καθα̣ρ̣ὰ̣ μέτρῳ ἑξαχοινείκῳ* ἰδίῳ ὑμῶν, τῆς μετρήσεως [γιν]ομένης διὰ φροντιστῶν ὑμῶν, τὸν̣ δὲ φόρον Φ̣α̣μ̣ε̣-ν̣ώ̣θ̣, τῶν δημοσίων πάντων ὄντων πρὸ̣ς ὑμᾶ̣ς̣ τοὺς γ̣ε̣ο̣[ύ]χου̣ς, τῶν δὲ κατʼ ἔτος φολ[έτ]ρων* ἐπισπουδασμοῦ πρὸς ἡμᾶς, καὶ με τὰ [τὸν] χρόνον πα[ρα]δώσομ̣ε̣ν̣* τὰς ἀρούρας καθαρὰς ἀπ̣ὸ θρύου καλάμου ἀγρώστεως δεί[σ]ης πάσης̣, ἐὰν φαίνηται μισθῶσαι.Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- omitting line breaks (add)
- including links to TM Words e.a. (omit)
Highlights:
- with highlights of Places (omit)
- with highlights of People (omit)
- without highlights of Gods (add)
- with highlights of Text Irregularities (omit)
- with highlights of Dates (omit)
Letters only:
- without exclusive highlights of Formulae (add)