Unregistered user (18.232.146.10). Log in
I want to subscribe!

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 9178 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/9178

Information mentioned in this text

    TM 9178

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    bgu.2.447

    Ποτάμωνι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Ἀσκληπιάδῃ βασιλικῷ γραμματεῖ τῆς αὐτῆς μερίδος καὶ κωμογραμματεῖ κώμης Καρανίδος καὶ λαογράφοις τῆς αὐτῆς κώμης παρὰ Πτολλᾶ Σαβείνου τοῦ Πτολεμαίου μητρὸς Οὐεττίας τῆς Οὐεττίου ἀπὸ κώμης Καρανίδος . ἀπογράφομαι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ ιδ ἔτους Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογρφήν, καί εἰμι ὁ Πτολλᾶς ἐτῶν μη καὶ τὸν ἀδελφόν μου Ἁρποκρᾶν, ὄντα ἐν ἀναχωρήσει, ἐτῶν μδ, καὶ Πτολεμαΐδα ἀδελφήν μου καὶ γυναῖκα ἐτῶν λη καὶ τὴν ἐξ ἀμφοτέρων ἡμῶν θυγατέρα Οὐεττίαν ἐτῶν? [..] καὶ τὴν μητέρα μου Οὐεττίαν Οὐεττίου ἐτῶν οβ καὶ τὰς ὁ[........] μου Σοῆριν καὶ Ταών ἀμφοτέρας Πτολεμαίου Πνεφερῶτος μητρὸς [.]ς τῆς Πτολεμαίου διδυμαγενεῖς ἐτῶν λη, καὶ τῆς Ταῶτος θυγατέρα Ξάναριν ἀπάτορα ἐτῶν ιβ καὶ τὴν τοῦ ἀδελφοῦ τῶν [........]ν Οὐαλερίου Ἀφροδεισίου στρατιώτου σπείρης α ἱππικῆς ἀπελευθέραν Σαραπιάδα. ὑπάρχει δὲ μοὶ καὶ τοῖς ἀδελφοῖς μου πατρικὸν ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἐλαιουργίας ψιλὸς τόπος καὶ μόνῃ τῇ Πτολεμαίδι οἰκία καὶ αὐλὴ καὶ ἕτεροι τόποι καὶ ἄλλη αὐλὴ σὺν χρηστηρίοις καὶ α[.....] αὐλὴ καὶ οἰκία καταπεπτωκυῖα καὶ τρίτον ὄγδοον καὶ δέκατον μέρος οἰκίας καὶ αὐλῆς καὶ [......] καὶ ἑτέρων χρηστηρίων καὶ ψιλὸς τόπος καὶ τῇ Οὐεττίᾳ οἰκία καὶ αὐλὴ καὶ ἑτέρα οἰκία καὶ τῇ Σοήρι καὶ Ταῶτι καὶ τῷ ἀδελφῷ αὐτῶν, φροντιζομένῳ ὑπʼ ἐμοῦ, Οὐαλερίῳ Ἀφροδεισίῳ στρατιώτῃ τῷ προγεγραμμένῳ τέταρτον μέρος οἰκίας καὶ αὐλῆς καὶ ἑτέρων χρηστηριων καὶ Σεμπρωνίῳ Ἑρμείνῳ, ἱππεῖ ἴλης Μαυρειτανῆς, ὄντι ἐν ἑτέρῳ τόπῳ, φροντιζομένῳ ὑπʼ ἐμοῦ, ἐπικεκριμένῳ ὑπὸ Σεμπρωνίου Λιβεραλίου ἡγεμονεύσαντος τῷ ιη ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου Θὼθ Ῥωμαίων Σεβαστῷ [..] τέταρτον μέρος οἰκίας καὶ αὐλῆς καὶ ἑτέρων χρηστηρίων καὶ δουλικὰ σώματα Κοπρὴν ἐτῶν μ καὶ Σαραπιάδα ἔγγονον αὐτῆς ἐτῶν κ καὶ Διόσκορον ἄλλον ἔγγονον αὐτῆς ἐτῶν [.] καὶ Πολυδεύκην ἐπικεκλημένον Ἐρῶτα ἔγγονον τῆς αὐτῆς ἐτῶν δ καὶ Διδύμην ἔγγονον Σαραπιάδος ἐτῶν δ καὶ Κάστορα ἔγγονον τῆς αὐτῆς [.........]ο μηνῶν δύο. διὸ ἐπιδίδωμι. ἔτους ιϛ Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ λ. Πτολλᾶς ἔσχον ἴσον πεμ[.] Οὐαλέριος ὁ καὶ Ἥρων σεσημείωμαι.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select an abbreviation from the left