Session for Open Sunday user.
Log in with a personal account

Please log into your personal or institutional single-user account with your email and password.

I have forgotten my password

I want to set up a personal profile

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

Why? What changes? How to pay?x

TM 17411 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/17411

Information mentioned in this text

    TM 17411

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    psi.12.1248_1

    Μενεσθιανὸς Ἀπολλωνιανῶι καὶ Σπαρτιάτῃ εὐθυμεῖν μάρτυρες οἱ θεοὶ ὡς πυθόμενος περὶ τοῦ κυρίου μου, υἱοῦ ὑμῶν, οὕτως ἠχθέσθην καὶ ἐπένθησα ὡς ἴδιον τέκνον · καὶ γὰρ ἀξιοφίλητον ᾖν · καὶ ὁρμὴν ἔχοντά με ἐξορμῆσαι πρὸς ὑμᾶς Πινουτίων ἐπέσχεν, φάσκων σὲ τὸν κύριόν μου Ἀπολλωνιανὸν παρηγγελκέναι αὐτῷ μὴ ἀνελθεῖν με ὡς σοῦ εἰς Ἀρσινοείτην γεινομένου. ἀλλὰ γενναίως φέρετε · τοῦτο γὰρ καὶ τοῖς θεοῖς ἀπόκειται. ἐν πᾶσί σοι, κύριέ μου Ἀπολλωνιανέ, χάριτας ὁμολογῶ, ὅτι μου οὕτως προίστασαι ὡς σεαυτοῦ. καὶ ἐγὼ δὲ νῦν δυνάμενος ἐμαυτὸν ἀμείψασθαι πρὸς τὸν Χαιρήμονα ἐφʼ οἷς με διέθετο, ἠνεσχόμην ἕως οὗ σοι δηλώσω. οὐ γὰρ ἀνθρωπίνως ἔπραξεν, καὶ αὐτὸς μὲν μετʼ ἄλλων πράγματα πράξας οὐδέπω οὐδὲν φάσκει τὰ ἐξ ἀνθρώπων ἡμᾶς διαθέμενος. ὅ τι οὖν ἐάν σοι δοκῇ, δήλωσόν μοι · οὐ γὰρ ἡσυχάζω αὐτὸς. ἴσον μέντοι τῆς χειρογραφίας ὑπὸ τοῦ διαπεμφθέντος γνωρίμου διεπεμψάμην σοι, ἵνα εἰδῇς. καὶ ἐγὼ μὲν Τ[..]η οἰκογενῆ παῖδα ἀπώλεσα ἄξιον ταλάντων δύο. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου, μετὰ κυρίου μου Σπαρτιάτου θεοῖς πᾶσιν εὐθυμοῦντα. ἐὰν ᾖ γενόμενα τὰ προσαγγέλματα, πέμψον ἡμῖν. τῆς δὲ χειρογραφίας ἐστὶν ἀντίγραφον · Αὐρηλίῳ Παυλείνῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Μάρκου Αὐρηλίου Διονυσίου καὶ Αὐρηλίου Ἀμμωνίου ἀπὸ Ὀξυρύγχων πόλεως. συναπεστάλημεν ὑπὸ Αὐρηλίου Λεωνίδου στρατηγοῦ Ὀξυρυγχίτου, ἐκ τῶν γραφέντων αὐτῷ ὑπὸ Ἰουλίου Ἰουλιανοῦ τοῦ κρατίστου ἐπιστρατήγου, πρὸς ἃ ἀνήνεγκας αὐτῷ, γενέσθαι ἐνταῦθα καὶ γνωρίσαι τοὺς δηλωθέντας ὑπὸ Τίτου Φλαυίου Χαιρήμονος ἀμφοδογραμματέως τῆς Ὀξυρύγχων πόλεως ἄνδρας ἀριθμῷ ε. ὀμνύομεν τὴν Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Καίσαρος τοῦ κυρίου τύχην ἐπιδεδημηκότες τοῖς ἐνθάδε μεμαθηκέναι τούτους εἰς τὴν ἰδίαν ἀποδεδημηκέναι ἀντιλημψομένους τῶν ἐπιβαλλουσῶν αὐτοῖς χρειῶν · ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔτους β, Χοίακ ιζ τις καὶ τις διʼ ἐμοῦ τινὸς ὠμόσαμεν τὸν ὅρκον ὡς πρόκειται.

    psi.12.1248_2

    Αὐρηλίωι Ἀπολλωνιανῶι [....]γυμνασιαρχ… στρατηγήσαντι νομῶν.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left