Unregistered user (18.224.51.77). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 100 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/100

Information mentioned in this text

    TM 100

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.stras.2.83

    βασιλευόντων βασιλίσσης καὶ βασιλέως Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους γ, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου θεοῦ Φιλομήτορος Σωτῆρος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαίδι τῆς Θηβαίδος ἐφʼ ἱερέων καὶ ἱερισσῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαίδι τῆς Θηβαίδος, μηνὸς Φαμενὼθ ιθ. ἐν Παθύρει, ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἑκόντες συνεγράψαντο. ὁμολογεῖ Πατῆς Τοτοέους Πέρσης τῆς ἐπιγονῆς καὶ Ταελιλοῦς καὶ Σιεπμοῦς τῶν Τοτοέους Περσίναι μετὰ κυρίου τοῦ προγεγραμμένου Πατῆτος ἀφίστασθαι ἀπὸ τῆς Τακμήιτος τῆς Πατοῦτος τῆς μητρὸς τούτων γῆς ἠπείρου σιτοφόρου σφραγίδων τριῶν ἐν τῶι περὶ Παθῦριν πεδίωι, ὧν ἔθετο αὐτοῖς ὠνὴν δόσεως τοῦ με ἔτους, ὧν εἰσὶν μιᾶς μὲν ἐν τῶι ἄνω πεδίωι, ἄλλης ἐν τῆι μέσῃ ταινίαι λεγομένῃ Τιεβῶθε, ἄλλης ἐν Τεμραύθει κάτω, ὧν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς ὠνῆς, ἣν καὶ ἀναδέδωσκαν τὴν ὠνὴν Τακμήιτι ἑκόντες, καὶ μὴ ἐπελεύσασθαι Πατῆν μηδὲ Ταελιλοῦν μηδὲ Σιεπμοῦν τῶν Τοτοέους μηδʼ ἄλλον μηδένα ὑπὲρ αὐτῶν ἐπὶ τὴν Τακμῆιν μηδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτῆς περὶ τῆς σημαινομένης συνγραφῆς μηδὲ περὶ τῶν σφραγίδων τριῶν γῆς τρόπωι μηδενί, εἰ δὲ μὴ, ἡ τʼ ἔφοδος αὐτῶι τε καὶ τῶι ὑπὲρ αὐτῶν ἐπελθόντι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπιπορευόμενος ἐπιτίμου παραχρῆμα Τακμήιτι μὲν χαλκοῦ τάλαντα δέκα πέντε καὶ ἱερὰς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς τ καὶ μηθὲν δʼ ἧσσον ἐπάναγκον αὐτοῖς ἔστω ποιεῖν κατὰ τὰ προγεγραμμένα.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left