Unregistered user (3.136.17.252). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 10392 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/10392

Information mentioned in this text

    TM 10392

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.cair.isid.62

    Αὐρηλίῳ Λεοντίῳ τῷ καὶ Ἰσιδώρῳ [..]ν στατίζοντι ἐν τῷ Ἀρσινοίτῃ παρὰ Αὐρηλίων Θαησίου καὶ Κυριλλοῦτος ἀμφοτέρων Κοπρῆ μητρὸς Σαραπιάδος ἀπὸ κώμης Καρανίδος διʼ ἐκδίκου καὶ κηδεστοῦ τοῦ κατὰ μητέρα θείου Αὐρηλίου Ἀμμωνίου Ἰσιδώρου ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος. πολύτροποι τυγχάνουσι αἱ τῶν ἀνδρῶν πλεονεξίαι, ἀλλʼ ἐν τούτῳ καταγινωσκόμενοι λοιπόν ἐστιν τῆς τοῦ μείζονος ἐπιστρεφείας τολμώμενα ἐκδικεῖν. ὁ προκίμενος ἡμῶν πατὴρ μετὰ τὴν τῆς ἡμῶν μητρὸς τελευτὴν συνελθὼν ἑτέρᾳ γυναικί, τολμηθεὶς λυπρὸν χρόνον ἔμεινεν. τούτου δὲ μέλλοντος τὸν βίον μεταλλάσσειν μετεκαλεσάμεθα τὴν προειρημένην αὐτοῦ γυναῖκα καὶ ταύτης ἐπυθόμεθα μήπως τι χρεωστῇ ὁ ἡμῶν πατὴρ αὐτῇ τε ἢ ἑτέρῳ τινί, ἥτις ὡμολόγησεν μηδὲν αὐτὸν χρεωστεῖν. μετὰ δὲ τὴν τούτου τελευτὴν ἡ πανκάκιστος γυνὴ πρῶτον μὲν ὑπέβαλεν τὸν ἑαυτῆς πατέρα καὶ ἐπηνάγκασεν ἐκ τῶν τοῦ πατρὸς ἡμῶν θρεμμάτων ὑφελέσθαι πρόβατα εἰκοσιεπτά, καὶ ἐν τούτῳ προχωρήσαντος αὐτῇ ἔπειτα προηνέγκατο ὡς χρεωστεῖται αὐτῇ ὑπὸ τοῦ πατρὸς χρυσίον μναιαῖον ἕν. διά τε μεσιτῶν φήσασα καὶ τοῦτο εὖγʼ ἀποδεικτὸν μὴ καταστήσασα, νῦν ἑτέρῳ τρόπῳ χρησαμένη βιβλίον ἡμῖν ἐπήνεγκεν ὡς γενόμενον ὑπὸ τοῦ προκιμένου ἡμῶν πατρὸς διʼ οὗ ἐνέγραψεν αὐτὸν τὸν πατέρα ὑπηλλαχέναι αὐτῇ ἥμισυ μέρος δούλης ἀνθʼ ἧς κατεχρήσατο αὐτῆς προικός, τὰς ἀποδείξεις δὲ ποιεῖσθαι οὐ δυνήσεται. τοῦτο γὰρ διαγορεύεται ὑπὸ τῶν νόμων τὰς ἐνγράφους προῖκας διά τε χρυσοχόου καὶ ἠπητοῦ συντιμᾶσθαι, καὶ οὔτε μὴν αὐτῶν τὰ προικιμαῖα ἀποδείξει οὔτε ὃ συνετάξατο γραμματεῖον τῆς ὑπαλ’λαγῆς τοῦ ἡμίσους μέρους τῆς δούλης, ἴσως προορωμένη ὡς μὴ ὀρθῶς γεγενῆσθαι. μέλλουσαί τε περὶ τούτου ἀναδιδάσκειν τὸ μέγεθος τοῦ διασημοτάτου ἐπανορθωτοῦ Αὐρηλίου Ἀχιλλέως, τὴν τῶν βιβλιδίων ἐπίδοσιν ποιούμεθα αὐτὸ τοῦτο μαρτυρόμεναι, ἀξιοῦσαι διὰ σοῦ ἐπαναγκασθῆναι αὐτὴν τὰ ἴσα ἡμῖν ὧν προηνέγκατο ἀσφαλειῶν, τοῦτʼ ἔστιν τό τε προικιμαῖον καὶ ὑπάλλαγμα, ἵνʼ οὕτως διὰ τῶν ἀρχείων ταῦτα ἀναζητήσασαι δυνηθῶμεν λέγειν πρὸς αὐτὴν ἐπὶ τοῦ μείζονος. οὐκ ὀλίγα γὰρ τελοῦμεν καὶ ἀπεπληρώσαμεν ὑπὲρ τοῦ προκιμένου ἡμῶν πατρὸς ὀχλήματα δημόσιά τε καὶ ἰδιωτικὰ ὑπὲρ ἧς ἐσωματίσθη παμπόλλου δημοσίας τε καὶ ἰδιωτικῆς γῆς. διευτύχει. ἔτους β τοῦ κυρίου ἡμῶν Λουκίου Δομιτίου Δομιτιανοῦ Σεβαστοῦ, Θὼθ η.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left