TM 10738
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.fam.tebt.20_1
ἀντίγραφον. Βουκόλωι τῶν ἠγορανομηκότων γενομένωι ἱερεῖ Ἀλεξάνδρου κτίστου τῆς πόλεως καὶ τῶν ἡλικιῶν ἱερεῖ ἀρχιδικαστῆι καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν ⸺ καὶ τῶν ἄλλων κριτηρίων διὰ τοῦ υἱοῦ Σαραπίωνος καὶ αὐτοῦ γενομένου ἱερέως Ἀλεξάνδρου κτίστου τῆς πόλεως καὶ τῶν ἡλικιῶν διέποντος τὰ κατὰ τὴν ἀρχιδικαστίαν παρὰ Ἡρακλείας τῆς καὶ Ἰσιδώρας τῆς Μύσθου ἀπούσης, ὑπὲρ ἧς χρηματίζει κατὰ τὴν τετελειωμένην διὰ τοῦ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ γραφείου τῷ διεληλυθότι ἔτει μηνὶ Ἐπὶφ ὁμολογίαν ὁ ἀδελφὸς αὐτῆς Πτολεμαῖος Μύσθου καὶ αὐτοῦ Πτολεμαίου καὶ Λυσιμάχου τοῦ Διδύμου τοῦ Λυσιμάχου μητρὸς Ἀπίας ⸺ καὶ παρὰ Ἡρακλείδου τοῦ Σαραπίωνος τοῦ Ἡρακλείδου, πάντων ἀπὸ τῆς μητροπόλεως τοῦ Ἀρσινοΐτου νομοῦ. ἐπεὶ ὁ Ἡρακλείδης συνεβίωσεν ἀγράφως τῇ τῆς Ἡρακλείας τῆς καὶ Ἰσιδώρας καὶ τοῦ γενομένου αὐτῆς ἀνδρός, τοῦ δὲ Λυσιμάχου ἀδελφοῦ Κρονίωνος θυγατρὶ Ἀπίᾳ τῇ καὶ Ἡρακλείᾳ καὶ ἐν τῷ τῆς συνβιώσεως χρόνωι ἐνκύμονος αὐτῆς ἐξ αὐτοῦ γενομένης καὶ ἀποκυησάσης τὸ βρέφος οὐκ [........], ἔτι δὲ καὶ συνβάντος τελευτῆσαι τὴν Ἀπίαν τὴν καὶ Ἡράκλειαν, ἐγένετο κατάστασις τῆς Ἡρακλείας τῆς καὶ Ἰσιδώρας καὶ τοῦ προγεγραμμένου αὐτῆς ἀδελφοῦ Πτολεμαίου καὶ τοῦ Λυσιμάχου καὶ τοῦ Ἡρακλείδου ἐπὶ τοῦ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου στρατηγοῦ Εὐδήμου, προφερομένων τῶν μὲν περὶ τὴν Ἡράκλειαν τὴν καὶ Ἰσιδώραν τὸ ἀποκυηθὲν ὑπὸ τῆς Ἀπίας τῆς καὶ Ἡρακλείας παιδίον τετελευτηκέναι καὶ τὸν Ἡρακλείδην ἕτερον ἀνῃρῆσθαι, τοῦ δὲ Ἡρακλείδου καὶ αὐτοῦ προφερομένου τὸ ἀνακομισθὲν ὑπὸ αὐτοῦ παιδίον αὐτὸ εἶναι τὸ ὑπὸ τῆς Ἀπίας τῆς καὶ Ἡρακλείας ἀποκυηθέν, ὡς οἱ γενάμενοι ἐπὶ τοῦ στρατηγοῦ, καθὼς προφέρονται, ἐπὶ τοῦ τετάρτου ἔτους Ἁδριανοῦ τοῦ κυρίου Ἐπὶφ ὑπομνηματισμοὶ περιέχουσι, διʼ ὧνπερ πράγματος ⸺ ὑπερτεθέντος εἰς τὴν μείζονα ἐξουσίαν συνέβη, καθὼς ἅπαντες προφέρονται, καὶ αὐτὸ τὸ παιδίον, εἴτε ἦν τῆς Ἀπίας τῆς καὶ Ἡρακλείας εἴτε ἀλλότριον, τελευτῆσαι, τὰ νῦν εἰς διάλυσιν ἀγείοχαν πάντα τὰ κατὰ τὴν ἀμφισβήτησιν καὶ συνχωροῦσιν ἡ μὲν Ἡράκλεια ἡ καὶ Ἰσιδώρα καὶ Πτολεμαῖος καὶ Λυσίμαχος μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν Ἡρακλείδην μηδὲ περὶ ὧν μετήρχοντο αὐτὸν διὰ τῶν τοῦ στρατηγοῦ ⸺ ὑπομνηματισμῶν μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφουp.fam.tebt.20_2
πράγματος ἀπὸ τῶν ἔνπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ὁ δὲ ἀντίδικος Ἡρακλείδης μηδὲ αὐτὸς ἐπελεύσεσθαι ἐπὶ τὴν Ἡράκλειαν τὴν καὶ Ἰσιδώραν ἢ τὸν Πτολεμαῖον ἢ τὸν Λυσίμαχον ἀλλὰ μηδὲ ἐπὶ μηδὲν τῶν ὑπὸ Ἀπίας τῆς καὶ Ἡρακλείας ἀπολελειμμένων, μηδὲ διὰ τῶν ὑπομνηματισμῶν μηδὲ ἀπο[...........] ἁπλῶς [.........] κατὰ μηδεμίαν παρεύρεσιν [.....] διὰ τὸ παρειληφέναι ἑαυτὸν [.........] Ἡρακλείδης τῆς τετελευτηκυίας Ἀπίας τῆς καὶ Ἡρακλείας μέχρι τῆς κρίσεως [.........] [.]τίαν, μὴ ἐλαττουμένων τῆς Ἡρακλείας τῆς καὶ Ἰσιδώρας καὶ τοῦ Πτολεμαίου καὶ τοῦ Λυσιμάχου περὶ ἄλλου μηδενὸς ἁπλῶς εἴτʼ ἐνγράπτου εἴτε ἀγράφου ὀφειλήματος. ἀξιοῦμεν. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ [---]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- with highlights of Dates (omit)
Letters only:
- without exclusive highlights of Formulae (add)