Unregistered user (18.118.121.54). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 11901 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/11901

Information mentioned in this text

    TM 11901

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.mert.1.10

    ἔτους ἑβδόμου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβερεταίου τετράδι Μεσορὴι τετράδι ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πασίων Πετάλου ὡς ἐτῶν τεσσαράκοντα ἐννέα οὐλὴ ἀντίχειρι ἀριστερῶι Ἁρμιύσει Ὥρου Πέρσηι τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς τὸν ὑπάρχοντα αὐτῶι περὶ τὴν προγεγραμμένην κώμην κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ἦι ἐπικαλούμενον ἡμιαρουρίου εἰς ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος ὀγδόου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφορίου ἐπὶ μὲν τὰ πρῶτα ἔτη δύο κατʼ ἔτος σὺν αἷς λήμψεται ὁ μεμισθωμένος σπερμάτων κριθῆς ἀρτάβαις τρισὶ κριθῆς ἀρταβῶν τριάκοντα τὸ δὲ τρίτον ὅ ἐστιν ἔσχατον ἔτος τῆς μισθώσεως εἰς σπορὰν χόρτου εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων ἀσπερμὶ πυροῦ ἀρταβῶν ἐννέα πάντα δὲ μέτρωι τετάρτωι ἐμπόρων ἀνυπολόγων παντὸς ὑπολόγου. μὴ ἐξέστω οὖν τῶι μεμισθωμένῳ πρὸ τοῦ χρόνου ἐγλιπεῖν τὴν μίσθωσιν, ἀλλὰ καὶ τὰ κατʼ ἔτος ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς χωματισμοὺς καὶ ποτισμοὺς καὶ τὴν ἄλλην γεωργικὴν ἐπιμέλειαν πᾶσαν ἐπιτελείτω ἐκ τοῦ ἰδίου καὶ τὰ κατʼ ἔτος ἐκφόρια ἀποδιδότω τῶι Πασίωνι ἀεὶ ἐν μηνὶ Παῦνι ἐν τῆι κώμηι νέα καθαρὰ καὶ ἄδολα, καὶ μετὰ τὸν χρόνον παραδότω τὸ ἔδαφος καθαρὸν ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης καὶ ἀναπεπαυμένον καθὼς πρόκειται · ἐὰν δέ τις κοπρισμὸς γείνηται δώσει ἕκαστος κατὰ τὸ ἥμισυ, τῆς πράξεως οὔσης τῶι Πασίωνι ἔκ τε τοῦ Ἁρμιύσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης. βεβαιούτω δʼ αὐτῶι καὶ αὐτὸς ὁ Πασίων τὴν μίσθωσιν ἐπὶ τοῖς προκειμένοις καὶ ἀπὸ δημοσίων. ὑπογραφεὺς Ἡρακλᾶς Φαήσιος ὡς ἐτῶν εἴκοσι ἑνὸς οὐλὴ πήχει δεξιῶι. Πασίων Πετάλου μεμίσθωκα τὸν κλῆρον ἐπὶ πᾶσι? πάντων τῶν προγεγραμμένων καὶ βεβαιώσω. Ἁρμιῦσις Ὥρου Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι τὸν περὶ Φιλαδελφῆαν τοῦ Πασίωνος κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ᾖ ἐπικαλούμενον ἡμιαρουρίου ⸺ εἰς ἔτη τρία ἀπὸ τοῦ ὀγδόου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφορίου τὰ μὲν πρῶτα ἔτη δύο κατʼ ἔτος σὺν σπέρμασι κριθῆς ἀρτάβαις τρισὶ κριθῆς ἀρταβῶν ⸺ τριάκοντα τὸ δὲ ἔσχατον ἔτος εἰς σπορὰν χόρτου εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων ἀσπερμὶ πυροῦ ἀρταβῶν ἐννέα πάντα δὲ μέτρῳ τετάρτῳ ἐμπόρων, καὶ τὰ ἄλλα ποιήσω καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ Ἡρακλᾶς Παήσιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν ⸺ γράμματα. ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ δ ἀναγέγραπται διὰ Βακχ….

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left