Unregistered user (3.144.222.239). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 11901 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/11901

Information mentioned in this text

    TM 11901

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.mert.1.10

    1 ἔτους ἑβδόμου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ὑπερβερεταίου
    2 τετράδι Μεσορὴι τετράδι ἐν Φιλαδελφείᾳ τῆς Ἡρακλείδου μερίδος τοῦ
    3 Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Πασίων Πετάλου ὡς ἐτῶν τεσσα̣ράκο(ντα)
    4 ἐννέα οὐληι* ἀντίχειρι ἀριστερῶι Ἁρμιύσει Ὥρου Πέρσηι τῆς ἐπιγο(νῆς)
    5 ὡς ἐτῶν τεσσα̣ράκοντα οὐληι* δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς
    6 τὸν ὑπάρχοντα αὐτῶι περὶ τὴν προγεγραμμένην κώμην κλῆρον
    7 ἀρουρῶν τριῶν ἢ ὅσων ἐὰν ἦι ἐπικαλούμενον ἡμιαρουρίου εἰς ἔτηι*
    8 τρία ἀπὸ τοῦ εἰσιόντος ὀγδόου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ ἐκφ[ορί]ου
    9 ἐπὶ μὲν τὰ πρῶτα ἔτηι* δύο καθʼ* ἔτος σὺν αἷς λήμψεται ὁ μεμισθωμένο(ς)
    10 σπερμάτων κριθῆς ἀρτάβαις τρισὶ κριθῆς ἀρταβῶν τριάκοντα
    11 τὸ δὲ τρίτον ὅ ἐστιν ἔσχατον ἔτος τῆς μισθώσεως εἰς σπορὰν χόρ-
    12 του εἰς κατάβρωμα καὶ κοιτασμὸν προβάτων ἀσπερμεὶ* πυροῦ
    13 ἀρταβῶν ἐννέα πάντα δὲ μέτρωι τετάρτωι ἐμπόρων ἀνυπο-
    14 λόγων παντὸς ὑπολόγου. μὴ ἐξέστωι* οὖν τῶι μεμισθωμέν\ῳ/
    15 πρὸ τοῦ χρόνου ἐγλιπεῖν τὴν μίσθωσιν, ἀλλὰ καὶ τὰ καθʼ* ἔτος
    16 ἔργα πάντα τοῦ κλήρου καὶ τοὺς χωματ[ι]σμοὺς καὶ ποτισμοὺς
    17 καὶ τὴν ἄλλην γεωργικὴν ἐπιμέλειαν πᾶσαν ἐπιτελειτωι ⟦επιτελειτωσαν⟧*
    18 ἐκ τοῦ ἰδίου καὶ τὰ καθʼ* ἔτος ἐκφόρια ἀποδιδότωι* τῶι Πασίωνι
    19 ἀεὶ ἐν μηνὶ Παῦνι ἐν τῆι κώμηι νέα καθαρὰ καὶ ἄδολα,
    20 καὶ μετὰ τὸν χρόνον παραδότωι* τὸ ἔδαφος καθαρὸν ἀπὸ
    21 θροίου* καλάμου ἀγρώστεως δίσης* πάσης καὶ ἀναπεπαυμέ(νον)
    22 καθὼς πρόκειται · ἐὰν δέ τις κοπρισμὸς γείνηται δώσει
    23 ἕκαστος κατὰ τὸ ἥμισυ, τῆς πράξεως οὔσης τῶι Πασίωνι
    24 ἔκ τε τοῦ Ἁρμιύσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων
    25 καθάπερ ἐγ* δίκης. βεβαιούτωι* δʼ αὐτῶι καὶ αὐτὸς ὁ Πασίων τὴν
    26 μίσθωσιν ἐπὶ τοῖς προκειμένοις καὶ ἀ̣πὸ δημοσίων. ὑπογρ(αφεὺς)
    27 Ἡρακλᾶς Φαήσιος ὡς ἐτῶν εἴκοσι ἑνὸς οὐληι* πήχει δεξιῶι.
    28 Πασίων Πετάλου μεμίσθωκα
    29 τὸν κλῆρον ἐπὶ̣ πᾶση* πάντων
    30 τῶν προγεγραμμένων καὶ βεβα̣ι̣-
    31 ώσω. Ἁρμιῦσις Ὥρου Πέρσης τῆς ἐπιγονῆς
    32 μεμίσθωμαι τὸν περὶ Φιλαδελφῆαν
    33 τοῦ Πασίωνος κλῆρον ἀρουρῶν τριῶν ἢ ὅσων
    34 ἐὰν ᾖ ἐπικαλούμενον εἱμιαρουρίου* ⸺
    35 εἰς ἔτη τρία ἀπὸ τοῦ ὀγδόου ἔτους Τιβερί-
    36 ου Καίσαρος Σεβαστοῦ ἐκφορίου τὰ μὲν
    37 πρῶτα ἔτη δύο καθʼ* ἔτος σὺν σπέρμασι
    38 κριθῆς ἀρτάβας* τρισὶ κριθῆς ἀρταβῶν ⸺
    39 τριάκοντα τὸ δὲ ἔσχατον ἔτος εἰς φο-
    40 ρὰν* χώρτου* εἰς κατάβρωμα καὶ κοιτασ-
    41 μὸν προβάτων ἀσπερμὶ πυροῦ ἀρτα-
    42 βῶν ἐννέα πάντα δὲ μετρο* τεταρτο*
    43 ἐμπορο*, καὶ τὰ ἄλλα ποησο* καθὼς πρό-
    44 κειται. ἔγραψα ὑπὲρ αὐτοῦ Ἡρακλᾶς
    45 Παησις* διὰ τὸ̣ μὴ εἰ[δ]έναι αὐτὸν ⸺
    46 γράμματα. ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσο(ρὴ) δ
    47 ἀ[ν]αγ̣έ̣γρ(απται) δι(ὰ) Βακχ(…).

Display options

Text:

- original, uncorrected text with diacritics (omit)

- including line breaks (omit)

- omitting links to TM Words e.a. (add)

omit all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left