Unregistered user (3.145.78.56). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 12142 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/12142

Information mentioned in this text

    TM 12142

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.mich.5.333_334dupl

    κατεχωρίσθη Μεχὶρ κδ, δάνειον Ὡρίωνος πρὸς Ἡρακλείδην καὶ τὴν μητέρα ἀργυρίου δραχμῶν ψξ. ἔτους δωδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Ξανδικοῦ κδ, Μεχὶρ κδ, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Ὡρίων Κρονίωνος ὡς ἐτῶν λ, οὐλὴ μετώπῳ μέσῳ, Ἡρακλείδῃ Ἰσχυρίωνος τοῦ καὶ Νεστνήφιος, Πέρσῃ τῆς ἐπιγονῆς, ὡς ἐτῶν κε οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς καὶ τῇ τούτου μητρὶ Θαυβαρίωι Πετεμούνιος Περσίνῃ, ὡς ἐτῶν ν οὐλὴ ἀντίχειρι δεξιῷ, μετὰ κυρίου αὐτοῦ Ἡρακλείδου τοῖς δυσὶ ἀλλήλων ἐγγύοις εἰς ἔκτισιν ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς ἑπτακοσίας ἑξήκοντα ἃς καὶ εἴληφαν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, τὸ δὲ δάνειον τοῦτο τὰς τοῦ ἀργυρίου δραχμὰς ἑπτακοσίας ἑξήκοντα καὶ τοὺς τόκους ἀποδότωσαν οἱ δεδανεισμένοι τῷ Ὡρίωνι ἐν μηνὶ Τῦβι τοῦ εἰσιόντος τρεισκαιδεκάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐὰν δὲ μὴ ἀποδῶσι καθʼ ἃ γέγραπται ἀποτισάτωσαν οἱ δεδανεισμένοι Ὡρίωνι παραχρῆμα τὸ μὲν δάνειον μεθʼ ἡμιολίας, τοὺς δὲ τόκους ἁπλοῦς, τῆς πράξεως οὔσης τῷ Ὡρίωνι ἢ τοῖς παρʼ αὐτοῦ ἔκ τε τῶν δεδανεισμένων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης, κατὰ μηθὲν δὲ τοῦ Ὡρίωνος ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλουσιν αὐτῷ οἱ ὑπόχρεοι καθʼ ὁμολογίαν μεσιτείας τοῦ ὑπάρχοντος τῷ Ἡρακλείδῃ περὶ Θεογονίδαν κλήρου κατοικικοῦ ἀρουρῶν γ ? δ´ πρὸς δραχμὰς Α καὶ τοὺς τόκους καὶ μενεῖ κυρία ἣν καὶ οὐ πρότερον λυτρώσονται οἱ δεδανεισμένοι τὴν σημαινομένην μεσιτείαν ἐὰν μὴ πρότερον ἀποδῶσι τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους. ὑπογραφεὺς Σαραπίων Πτολεμαίου ὡς ἐτῶν μ οὐλὴ τραχήλῳ ἐξ ἀριστερῶν. Ἡρακλείδης Ἰσχυρίωνος τοῦ καὶ Νεστνήφεως Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ μήτηρ μου Θαυβάριον Πετεμούνιος Περσίνη μετὰ κυρίου ἐμοῦ, οἱ δύο ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, δεδανείσμεθα παρὰ Ὡρίωνος τοῦ Κρονίωνος τὰς τοῦ ἀργυρίου κεφαλαίου δραχμὰς ἑπτακοσίας ἑξήκοντα τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Τῦβι τοῦ εἰσιόντος τρεισκαιδεκάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, κατὰ μηθὲν δὲ τοῦ Ὡρίωνος ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλομεν αὐτῶι καθʼ ὁμολογίαν μεσιτείοις τοῦ ὑπάρχοντός μοι τῷ Ἡρακλείδηι περὶ Θεογονίδαν κλήρου ἀρουρῶν τριῶν ἡμίσους τετάρτου πρὸς ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας καὶ τοὺς τόκους ἣν καὶ οὐ πρότερον λυτρωσόμεθα ἐὰν μὴ πρότερον ἀποδῶμεν τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι αὐτοὺς γράμματα. Ὡρίων Κρονίωνος δεδάνεικα καθὼς πρόκιται, κατὰ μηδὲν δέ μου ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλουσί μοι κατὰ μεσιτείαν ἀρουρῶν τριῶν ἡμίσους τετάρτου πρὸς ἀργυρίου δραχμὰς χιλίας καὶ τοὺς τόκους καθὼς πρόκιται.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left