TM 12142
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mich.5.333_334dupl
1 κατεχ(ωρίσθη) Μεχὶρ κδ, δάνι(ον)* Ὡρίω(νος) πρὸ(ς) Ἡρακλ(είδην) καὶ τὴ(ν) μη(τέρα) ἀργυ(ρίου) (δραχμῶν) ψξ.2 ἔτους δωδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ
3 Αὐτοκράτορος μηνὸς Ξανδικοῦ κδ, Μεχὶρ κδ, ἐν Τεβτύνει τῆς
4 Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνισεν*
5 Ὡρίων Κρονίωνος (ὡς) (ἐτῶν) λ, οὐλὴ μετόπῳ* μέσῳ, Ἡρακλείδῃ
6 Ἰσχυρίωνος τοῦ καὶ Νεστνήφιος, Πέρσῃ τῆς ἐπιγονῆς, (ὡς) (ἐτῶν) κε
7 οὐλὴ δακτύλοͅ* (πρώτῳ) χιρὸς* ἀριστερᾶς καὶ τῇ τούτου μητρὶ Θαυβαρίωι
8 Πετεμούνιος Περσίνῃ, (ὡς) (ἐτῶν) ν οὐλὴ ἀντίχιρι* δεξιῷ, μετὰ κυ-
9 ρίου αὐτοῦ Ἡρακλείδου τοῖς δυσὶ ἀλλήλων ἐνγοις* ἰς* ἔκτισιν
10 ἀργυρίου ἐπισήμου νομίσματος κεφαλέου* δραχμὰς ἑπτα-
11 κοσίας ἑξήκοντα ἃς καὶ εἴληφαν παρʼ αὐτοῦ παραχρῆ-
12 μα διὰ χιρὸς* ἐξ οἴκου τόκου ὡς ἐγ* δραχμῆς μιᾶς
13 τῇ μνᾷ τὸν μῆνα ἕκαστον, τὸ δὲ δάνιον* τουτω* τὰς
14 τοῦ ἀργυρίου δραχμὰς ἑπτακοσίας ἑξήκοντα καὶ τὺς*
15 τόκους ἀπότωσαν* οἱ δεδανισμένοι* τῷ Ὡρίωνι ἐν μην(ὶ)
16 Τῦβι τοῦ ἰσιόντος* τρισκαιδεκάτου* ἔτους Τιβερίου Κλαυδίου
17 Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, ἐὰν δὲ μὴ ἀποδῶσι
18 καθʼ ἃ γέγραπται ἀποτισάτωσαν οἱ δεδανισμένοι* Ὡρίωνι παρα-
19 χρῆμα τὸ μὲν δάνιον* μεθʼ ἡμιολίας, τὺς* δὲ τόκους ἁπλοῦς,
20 τῆς πράξεως οὔσης τῷ Ὡρίωνι ἢ τοῖς παρʼ αὐτοῦ ἔκ τε τῶν
21 δεδανισμένων* καὶ ἐκ τῶν ὑπαρχ(όντ)ων αὐτοῖς πάντων καθάπ(ερ) (ἐκ) (δίκης),
22 κατὰ μηθὲν δὲ τοῦ Ὡρίωνος ἐλαττουμένου ὑπὲρ ὧν ὀφίλουσιν*
23 αὐτῷ οἱ ὑποχριοι* καθʼ ὁμολογί(αν) μεσιτέας* τοῦ ὑπάρχ(οντος) τῷ Ἡρα(κλείδῃ)
24 περὶ Θεογονίδαν κλήρο(υ) κατοικ(ικοῦ) ἀρο(υρῶν) γ ? δ´ πρὸ(ς) (δραχμὰς) Α καὶ τοὺς τόκους καὶ με-
25 νῖ* κυρία ἣν καὶ οὐ πρότερον λυτρώσονται οἱ δεδανισμέ(νοι)* τὴν ση-
26 μαινομένην μεσιτέαν* ἐὰ̣ν̣ <μὴ> π̣ρότερον ἀποδῶσι τὸ προκ(είμενον) κεφάλεον* καὶ τὺς*
27 [τόκους]. ὑπογραφ(εὺς) Σαραπίων Πτολ(εμαίου) (ὡς) (ἐτῶν) μ οὐλὴ τραχή(λῳ) ἐξ ἀριστερῶν.
28 [Ἡρα]κλείδης Ἰσχυρίωνος τοῦ καὶ Νεστνήφε̣ω̣ς Πέρσης τῆς
29 [ἐπιγ]ονῆς καὶ ἡ μήτηρ μου Θαυβάριον Πετεμουνιον* Περσίνηι*
30 [μετὰ] κυρίου ἐμοῦ, οἱ δύο ἀλλήλων ἐνγοι* εἰς ἔκτισιν, δεδανίσ-
31 [μεθα]* [π]αρὰ Ὡρίωνος τοῦ Κρονίωνος τὰς τοῦ ἀργυρίου κεφαλαίου
32 [δραχμὰς] ἑ̣πτακοσίας ἑξήκοντα τόκου ὡς ἐ̣κ̣ δραχμῆς μιᾶς
33 [τῇ] [μνᾷ] τὸν μῆ[ν]α ἕκαστον ἃς καὶ ἀποδώσομεν ἐν μηνεὶ* Τῦβι
34 [τοῦ] [εἰσιό]ντος τρισκαιδεκάτου* ἔτους Τιβερίου Κλαυδίου
35 [Καίσα]ρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, κατὰ μηθὲν
36 [δὲ] [τοῦ] Ὡρίωνος ἐλαττουμένου ὑπὲρ ὧν ὀφείλομεν αὐτῶι
37 [κα]θ̣ʼ ὁμολογίαν μεσιτεας* τοῦ ὑπάρχοντός μοι τῷ Ἡρακλείδηι
38 [περὶ] [Θ]εογονίδαν κλήρου ἀρουρῶν τριῶν ἡμίσους τετάρτου
39 [πρὸς] [ἀ]ργυρίου κεφαλαίου δραχμὰς χειλίας* καὶ τοὺς τόκους ἣν καὶ
40 [οὐ] [πρό]τ̣ερον λυτροσώμεθα* ἐὰν μὴ πρότερον ἀποδῶμεν
41 [τὸ] [προ]κείμενον κεφάλαιον καὶ τοὺς τόκους καθὼς πρόκειται.
42 [ἔγραψε]ν ὑπὲρ αὐτῶν Σαραπίων Πτολεμαίου διὰ τὸ μὴ εἰδέναι
43 [αὐτοὺ]ς γράμματα. Ὡρίων Κρονίωνος δ̣ε̣δ̣ά̣νεικα καθὼς πρόκιται,
44 [κατὰ] [μ]ηδὲν δέ μου ἐλαττουμένου ὑπὲρ ὧν ὀφίλουσί* μου* κατὰ με-
45 [σιτ]έαν* ἀρουρῶν τριῶν ἡμίσους τετάρτου πρὸς ἀργυρίου δραχμὰς
46 χιλίας καὶ τοὺς τόκους καθὼς πρόκιται.
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)