TM 12265
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mich.6.427
ἀντιγραφον ἐκστάσεως. ἔτους ιη θεοῦ Ἁδριανοῦ ἐπαγομένων δ. ὁμολογεῖ Γάιος Ἰούλιος Γέμελλος τῶν ἀπολελυμένων στρατιωτῶν ὡς ἐτῶν νε οὐλὴ μετώπῳ μέσῳ Χαιρήμονι ⸺ Ὥρου ἀφήλικι διὰ φροντιστοῦ Πετσοραίπιος τοῦ Πνεφερῶτος ὡς ἐτῶν ξβ οὐλὴ καρπῷ δεξιῷ ἐξεστάσθαι αὐτῷ κατὰ τήνδε τὴν ὁμολογίαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τοῦ καὶ αὐτῷ ἐξεσταμένου ? μέρους ἐλαιῶνος ἐν ἑκτολογουμένῃ τάξει ἀρούρης δ´ η´ ιϛ´ λβ´ ἢ ὅσου ἐὰν ᾖ περὶ Καρανίδα καὶ ἐν κώμῃ Καρανίδι ὅλου ? μέρους οἰκίας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων πάντων ἐν μιᾷ σφραγῖδι ἐπὶ ταῖς οὔσαις τῶν ὅλων γειτνίαις καὶ ὁρίοις καὶ εἰσόδοις καὶ ἐξόδοις καὶ ποτίστραις καὶ ἐκχύσεσι καὶ τοῖς ἄλλοις δικαίοις πᾶσι, ἀνθʼ ὧν ἔσχεν ὁ ὁμολογῶν Γάιος Ἰούλιος Γέμελλος παρὰ τοῦ Πετσοραίπιος ἐκ τοῦ τοῦ Χαιρήμονος ἀφήλικος λόγου τοῦ μὲν ἐλαιῶνος δραχμὰς ρ καὶ τοῦ ἡμίσους τῶν οἰκοπέδων δραχμὰς ρ, τῶν ἐπὶ τὸ αὐτὸ δραχμῶν σ, καὶ μὴ ἐπελεύσεσθαι περὶ τούτων τρόπῳ μηδενὶ καὶ βεβαιώσειν αὐτὸν Ἰούλιον Γέμελλον καὶ τοὺς παρʼ αὐτοῦ τῷ Χαιρήμονι καὶ τοῖς παρʼ αὐτοῦ τὰ ἐξεσταμένα ὡς πρόκειται πάσῃ βεβαιώσει ἀπὸ δημοσίων πάντων καὶ παντὸς εἴδους μέχρι τοῦ διεληλυθότος ιζ ἔτους καὶ αὐτοῦ τοῦ ιζ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐμποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον. ὁπότε δὲ ἐὰν βούληται ὁ Χαιρήμων ἀπογράψεται τὰ ἐξεσταμένα ἀπὸ ἀντιγράφου τῆσδε τῆς ὁμολογίας μὴ προσδεόμενος τῆς τοῦ ὁμολογοῦντος παρουσίας. ἐὰν δέ τι παραβῇ ἀποτεισάτω ἐπιτίμου δραχμὰς ρ καὶ εἰς τὸ δημόσιον τὰς ἴσας.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)