TM 12382
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mil.vogl.3.139rpdupl
Πτολλαρίωνι υἱῷ Πτολλαρίωνος γεγυμνασιαρχηκότος καὶ Γεμείνῳ γεγυμνασιαρχηκότι καὶ Ἀματίῳ τῷ καὶ Παυλείνῳ ἀμφοτέροις Πάτρωνος γεγυμνασιαρχηκότος, τῷ δὲ Γεμείνῳ ἀπόντι διὰ τοῦ Ἀματίου τοῦ καὶ Παυλείνου παρὰ Σατύρου Ἡρακλείδου τοῦ Ἡρακλάτου ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων καὶ τοῦ υἱοῦ Πωλίωνος τῶν δύο. βουλόμεθα μισθώσασθαι παρʼ ὑμῶν εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος δεκάτου ἔτους τὰς ὑπαρχούσας ὑμῖν, τῷ μὲν Πτολλαρίωνι κατὰ τὸ ἥμισυ μέρος, τοῖς δὲ δυσὶ κατὰ τὸ λοιπὸν ἥμισυ μέρος περὶ κώμην Θεογονίδα κλήρου ἀρούρας ὀκτώ, ἢ ὅσαι ἐὰν ὦσι, τῷ μὲν πρώτῳ καὶ τρίτῳ ἔτει εἰς σπορὰν χόρτου καταβρώματος προβάτων ἄνευ φόρου, τῷ δὲ δευτέρῳ καὶ τετάρτῳ ἔτει εἰς σπορὰν πυροῦ, ἐκφορίου ἐπὶ τὴν διετίαν κατʼ ἔτος σὺν αἷς λήμψομαι σπερμάτων πυροῦ ἀρτάβαις ὀκτώ, τοῦ παντὸς κατʼ ἔτος ἐπὶ τὴν διετίαν πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι, μέτρῳ ἑξαχοινίκῳ θησαυροῦ Πτολλαρίωνος καὶ ἑτέρων, πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, ἄγοντες τὰ τῶν ἀρούρων ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς, καὶ τὰ ἐκφόρια ἀποδώσομεν κατʼ ἔτος μηνὶ Παῦνι ἐφʼ ἅλῳ νέα καθαρὰ ἄδολα, τῆς μετρήσεως γινομένης διά τινος τῶν ὑμῶν, πρὸς ὑμᾶς ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς ἡμᾶς, καὶ μετὰ τὸν χρόνον παραδώσομεν τὰς ἀρούρας καθαρὰς ἀπὸ θρύου καλάμου ἀγρώστεως δείσης πάσης. ἐὰν φαίνηται μισθῶσαι. ἔτους ι Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου, Ἁθὺρ ια.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- with exclusive highlights of Formulae (omit)