TM 127
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.3.999_1
1 βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων2 ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θωὺθ γ ἐν Παθύρει ἐφʼ Ἑρμίου
3 τοῦ παρὰ Πανίσκου ἀγορανόμου.
4 ἀπέδοτο Εὔνους ὃς καὶ Νεχούτης Πατσεοῦς Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς μακροπρόσωπος
5 εὐθύριν οὐλὴ ὀδόντι ἄνω ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ οἰκίας ᾠκοδομημένης καὶ ἐστεγασμένης τῆς
6 οὔσης ἐν τῷ ἀπὸ νότου καὶ ἀπηλιώτου μέρει τῆς ἐν Παθύρει κρήνης τὸ ἐν τῷ ἀπὸ λιβὸς μέρει ὑπερῷον α καὶ
7 τὸ ἐν ταύτῃ κατάγαιον ἧς γείτονες · νότου οἰκία Ὀρσηοῦς τοῦ Ὥρου βορρᾶ καὶ ἀπηλιώτου τὸ λοιπὸν τῆς Εὐνόου
8 οἰκίας λιβὸς ῥύμη ἐφʼ ὧν οἴξει τὴν θύραν εἰς τὴν Ὀρσηοῦς οἰκίαν ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο
9 Πετεσοῦχος Νεχθανούπιος ὡς ἐτῶν λ χαλκοῦ δραχμὰς δισχιλίας. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ
10 τὴν ὠνὴν ταύτην πάντων Εὔνους ὃς καὶ Νεχούτης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεσοῦχος ὁ
11 πριάμενος.
12 Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.
bgu.3.999_2
1 ἔτους ιϛ Φαρμοῦθι κα τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς2 Πανίσκος ι ἐγκυκλίου κατὰ τὴν παρὰ Πανίσκου τοῦ πρὸς
3 τῆι ὠνῇ διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεὺς
4 ὠνὴν Πετεσοῦχος Νεχθανούπιος ἥμισυ οἰκίας
5 ᾠκοδομημένης καὶ τεθυρωμένης ἐν τῆι κρήνῃ Παθύρεως ὃν ἠγόρασεν
6 παρʼ Εὐνουσος τοῦ Πατσεοῦτος πρὸς χαλκοῦ δραχμὰς Β
7 τέλος οὗ ἀλλαγὴ δραχμὰς ρ γίνονται δραχμαὶ ρ.
8 Πανίσκος τραπεζίτης.
Display options
Text:
- semi-regularized text without diacritics (add)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)