TM 127
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.3.999_1
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θωὺθ γ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Εὔνους ὃς καὶ Νεχούτης Πατσεοῦς Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ ὀδόντι ἄνω ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ οἰκίας ᾠκοδομημένης καὶ ἐστεγασμένης τῆς οὔσης ἐν τῷ ἀπὸ νότου καὶ ἀπηλιώτου μέρει τῆς ἐν Παθύρει κρήνης τὸ ἐν τῷ ἀπὸ λιβὸς μέρει ὑπερῷον α καὶ τὸ ἐν ταύτῃ κατάγαιον ἧς γείτονες · νότου οἰκία Ὀρσηοῦς τοῦ Ὥρου βορρᾶ καὶ ἀπηλιώτου τὸ λοιπὸν τῆς Εὐνόου οἰκίας λιβὸς ῥύμη ἐφʼ ὧν οἴξει τὴν θύραν εἰς τὴν Ὀρσηοῦς οἰκίαν ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεσοῦχος Νεχθανούπιος ὡς ἐτῶν λ χαλκοῦ δραχμὰς δισχιλίας. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Εὔνους ὃς καὶ Νεχούτης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεσοῦχος ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.bgu.3.999_2
ἔτους ιϛ Φαρμοῦθι κα τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Πανίσκος ι ἐγκυκλίου κατὰ τὴν παρὰ Πανίσκου τοῦ πρὸς τῆι ὠνῇ διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεὺς ὠνὴν Πετεσοῦχος Νεχθανούπιος ἥμισυ οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης ἐν τῆι κρήνῃ Παθύρεως ὃν ἠγόρασεν παρʼ Εὐνουσος τοῦ Πατσεοῦτος πρὸς χαλκοῦ δραχμὰς Β τέλος οὗ ἀλλαγὴ δραχμὰς ρ γίνονται δραχμαὶ ρ. Πανίσκος τραπεζίτης.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- with highlights of Dates (omit)
Letters only:
- without exclusive highlights of Formulae (add)