Unregistered user (3.149.254.7). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 12899 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/12899

Information mentioned in this text

    TM 12899

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.ryl.2.103

    Φρονίμωι καὶ Σαβείνωι τῶι καὶ Θρακιδᾷ γεγυμνασιαρχηκόσι, τῶι δὲ Σαβείνωι τῶι καὶ Θρακιδᾷ ἀφήλικι διʼ ἐπιτρόπου Ε[...]ου γεγυμνασιαρχηκότος, ἐπικριταῖς παρὰ Ὡρίωνος τοῦ Ἡρακλείδου τοῦ Ἡρακλείδου μητρὸς Λυκαροῦτος τῆς Ἡρακλείδου δούλου Ἰσχυρίωνος τοῦ Πάπου τῶν ἀπὸ τῆς μητροπόλεως ἀναγραφομένων ἐπʼ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων. τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου μου ἀδελφοῦ Ἡρακλείδου προσβάντος εἰς τεσσαρακαιδεκαετεῖς τῶι ἐνεστῶτι ιη ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου καὶ ὀφείλοντος ἐπικριθῆναι κατὰ τὰ κελευσθέντα ὑπέταξα τὰ τῶν γονέων ἡμῶν δίκαια · ὁ μὲν οὖν προγεγραμμένος ἡμῶν πατὴρ Ἡρακλείδης Ἡρακλείδου τοῦ Ἡρακλείδου μητρὸς Τασουχαρίου ἀδελφῆς πατρὸς ἀπεγράψατο τῶι η ἔτει θεοῦ Οὐεσπασιανοῦ ἅμα τοῖς γονεῦσι ἐπʼ ἀμφόδου Κιλίκων, τῶι δὲ θ ἔτει Δομιτιανοῦ καὶ τῶι ζ ἔτει θεοῦ Τραιανοῦ ὁμοίως ἀπεγράψατο ἅμα τοῖς γονεῦσι ἐπʼ ἀμφόδου Βιθυνῶν Ἄλλων Τόπων συναπογραψάμενος ὁμοῦ καὶ τὴν γυναῖκα ἡμῶν δὲ μητέρα Λυκαροῦν και ἐμὲ τὸν Ὡρίωνα, τῇ δὲ τοῦ β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγράψαντο ἀμφότεροι οἱ γονεῖς ἡμῶν ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου συναπογραψάμενοι ἡμᾶς ἀμφοτέρους, τῇ δὲ τοῦ ιϛ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην ἐγὼ ἐμαυτὸν σὺν τῇ μητρὶ ἡμῶν καὶ τῶι ἐπικρινομένῳ ἀδελφῷ μου Ἡρακλείδῃ διὰ τὸ τὸν πατέρα ἡμῶν μετὰ τὴν τοῦ β ἔτους ἀπογραφὴν τετελευτηκέναι. ἡ δὲ Λυκαροῦς Ἡρακλείδου δούλου Ἰσχυρίωνος τοῦ Πάπου μητρὸς Διδύμης τῆς Ἑρμᾶ ἀπεγράφη τῷ η ἔτει θεοῦ Οὐεσπασιανοῦ ἅμα τῆι μητρὶ καὶ ἀδελφοῖς ἐπʼ ἀμφόδου Σεκνεβτυνείου, ἥτις καὶ αὐτὴ ἐτελεύτησε μετὰ τὴν τοῦ α ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν, οἱ δὲ γονεῖς ἀπεγράφησαν τῶι θ ἔτει Δομιτιανοῦ ἐπʼ ἀμφόδου Κιλίκων συνόντες ἀλλήλοις. συνπαρεθέμην δὲ ὑμῖν καὶ ἐπίκρισιν ἐμαυτοῦ καὶ κόλλημα ἀπογραφῆς ἐνκτήσεων [.]ων ἡμῶν μέρος οἰκίας πατρικῆς [.]ς γεγυμνασιαρχηκὼς [............] διὰ Ἡροδώρου σεσημείωμαι Ἡρακλείδην Ἡρακλείδου τοῦ Ἡρακλείδου μητρὸς Λυκαροῦτος, ἔτους ιη Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παῦνι δ.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left