TM 15646
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.oxy.49.3489_1
ἐμίσθωσεν Θέων Θέωνος τοῦ Θέωνος τῶν ἀπὸ Ὀξυρύγχων πόλεως Ἰόλλᾳ Πνεφερῶτος τοῦ Ἰόλλου τῶν ἀπὸ κώμης Περετνούεως τοῦ Κυνοπολείτου Πέρσῃ τῆς ἐπιγονῆς εἰς ἔτη δύο βροχὰς δύο ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τὰς ὑπαρχούσας τῇ γυναικὶ αὐτοῦ Ἀπολλωνοῦτι Σαραπίωνος περὶ Θμοιθῶθιν τῆς ἄνω τοπαρχίας ἀπὸ ἀρουρῶν ἐννέα ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους ἀρούρας πέντε ὥστε ταύτας τῷ μὲν ἐνεστῶτι ἔτει ξυλαμῆσαι ἀράκῳ, ἐκφορίου ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας δὺο τέταρτον, τῷ δὲ εἰσιόντι ἔτει σπεῖραι πυρῷ, ἐκφορίου ἑκάστης ἀρούρης ἀνὰ πυροῦ ἀρτάβας ἑπτά. δώσει δὲ ὁ μεμισθωμένος τῷ Θέωνι κατʼ ἔτος ἄρτων ἀρτάβης τέταρτον ὄγδοον, τῆς κατʼ ἔτος ὑδροφυλακίας οὔσης τῶν ἀρουρῶν πρὸς τὸν μεμισθωμένον, ἀκίνδυνα τὰ κατʼ ἔτος ἐκφόρια παντὸς κινδύνου. ἐὰν δέ τις τῷ εἰσιόντι ἔτει ἄβροχος γένηται, παραδεχθήσεται τῶι μεμισθωμένῳ τὸ ταύτης ἐκφόριον · ἐὰν δέ τι πραχθῇ ὁ μεμισθωμένος εἰς τὸ δημόσιον ἢ εἰς ἄλλο τι ὑπὲρ Θέωνος ἢ τῆς γυναικὸς ἢ τῆς γῆς, ὑπολογείτω ἀπὸ τῶν ἐκφορίων, τῶν δὲ κατʼ ἔτος καρπῶν κυριευέτω Θέων ἕως τὰ ἐκφόρια κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης, ἀποδότω ὁ μεμισθωμένος τῷ Θέωνι τὰ κατʼ ἔτος ἐκφόρια ἀεὶ τῷ Παῦνι μηνὶ ἐφʼ ἅλω περὶ τὸ Ἀρχιβίου ἐποίκιον πυρὸν νέον, καθαρόν, ἄδολον, [.]ον, μέτρῳ τετραχοινίκῳ Σαραπίωνος [..] [.....], ἀποτεισάτω αὐτῷ [--------------------]p.oxy.49.3489_2
ε ἔτους? μίσθωσις Ἀπολλωνοῦτος πρὸς Ἰόλλαν.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)