Unregistered user (3.145.69.53). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 18548 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/18548

Information mentioned in this text

    TM 18548

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    c.pap.gr.1.6

    κόλλημα Πρωτάρχωι παρὰ Ἰσιδώρας τῆς Κομ[...........] μετὰ κυρίου τοῦ ἀδελφοῦ Εὐτυχίδου τοῦ Κομ[....] καὶ παρὰ Διδύμης τῆς Ἀπολλωνίου Περσείνης μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἰσχυρίωνος τοῦ Ἀπολλωνίου. περὶ τῶν διεσταμένων συνχωρεῖ ἡ Διδύμη τροφεύσειν καὶ θηλάσειν ἔξω παρʼ ἑαυτῆι κατὰ πόλιν τῶι ἰδίωι αὐτῆς γάλακτι καθαρῶι καὶ ἀφθόρωι ἐπὶ χρόνον μῆνας δεκαὲξ ἀπὸ Φαρμοῦθι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Καίσαρος ὃ ἐγδέδοται αὐτῇ ἡ Ἰσιδώρα δουλικὸν αὐτῆς παιδίον ἀναίρετον ὑποτίτθιον [......] ὧι ὄνομα [.......] λαμβάνουσα παρʼ αὐτῆς Ἰσιδώρας μισθὸν τοῦ τε γάλακτος καὶ τῆς τροφείας κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς δέκα καὶ ἐλαίου κοτύλας δύο, οἷς εὐτακτουμένην αὐτὴν ποιεῖσθαι τήν τε ἑαυτῆς καὶ τοῦ παιδίου ἐπιμέλειαν μὴ φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν μηδʼ ἕτερον παραθηλάζουσαν παιδίον, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ τῶν τούτου ταῦτα σῶα συντηρήσειν καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτίσειν τὴν ἑκάστου ἀξίαν πλὴν συνφανοῦς ἀπωλείας, ἧς καὶ φανερᾶς γενηθείσης ἀπολελύσθω. αὐτόθεν δʼ ἀπέσχηκεν ἡ Διδύμη παρὰ τῆς Ἰσιδώρας διὰ χειρὸς ἐξ οἴκου δραχμὰς λ καὶ ἔλαιον τῶν πρώτων μηνῶν τριῶν τοῦ τε Φαρμοῦθι καὶ Παχὼν καὶ Παῦνι καὶ μὴ ἐκλίπειν τὴν τροφείαν ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι παραβαίνῃ ἐκτίνειν αὐτὴν ἅ τε εἴληφεν τροφεῖα καὶ ἃ ἐὰν προσλάβῃ σὺν ἡμιολίαι καὶ τὰ βλάβη καὶ δαπανήματα, ἐκτίσειν δʼ ἔτι δραχμὰς πεντακοσίας καὶ τὸ ὡρισμένον πρόστιμον, τῆς πράξεως γεινομένης τῇ Ἰσιδώρᾳ ἔκ τε αὐτῆς Διδύμης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆς πάντων καθάπερ ἐκ δίκης, ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃ πίστεων πασῶν σκέπης πάσης, ἕκαστα δὲ αὐτῆς ἐπιτελούσης καὶ τὴν Ἰσιδώραν χορηγήσειν αὐτῇ τὰ κατὰ μῆνα τροφεῖα ὡς πρόκειται ἐπὶ τοὺς λοιποὺς μῆνας δεκατρεῖς καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνου ἢ καὶ αὐτὴν ἐκτίνειν τὸ ἴσον ἐπίτιμον · παραβαλεῖ δὲ ἡ Διδύμη πρὸς τὴν Ἰσιδώραν κατὰ μῆνα ἕκαστον ἀεὶ διὰ ἡμερῶν τεσσάρων ἄγουσα καὶ τὸ παιδίον πρὸς τὸ ἐπιθεωρεῖσθαι ὑπʼ αὐτῆς. ἀξιοῦμεν Ἰσιδώρα συνχωρῶ κατὰ τὰ προγεγραμμένα Εὐτυχίδης ἐπιγέγραμμαι κύριος τῆς ἀδελφῆς καὶ γέγραφα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας Διδύμη συνχωρῶ κατὰ τὰ προγεγραμμένα Ἰσχυρίων ἐπιγέγραμμαι τῆς ἀδελφῆς μου κύριος καὶ γέγραφα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας Ἰσιδώρας ἔτους ιζ Καίσαρος

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- with exclusive highlights of Formulae (omit)

Select a place name from the left

Select a date from the left

Select an abbreviation from the left