Unregistered user (18.226.185.90). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 18572 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/18572

Information mentioned in this text

    TM 18572

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    bgu.4.1129

    κόλλημα Πρωτάρχωι παρὰ Τρύφωνος τοῦ Σίμωνος Καίσαρος καὶ παρὰ Πρωτάρχου τοῦ — Ζηνείου παρούσης καὶ συνευδοκούσης τοῖς κατὰ τὴν συνχώρησιν σημαινομένοις τῆς γυναικὸς Ὀπώρας τῆς Πρωτάρχου ἀστῆς μετὰ κυρίου αὐτοῦ Πρωτάρχου. ἐπεὶ κατὰ τὴν διὰ τοῦ αὐτοῦ κριτηρίου τετελειωμένην συνχώρησιν τῶι ἐνεστῶτι ιζ ἔτει Καίσαρος Μεχεὶρ ὡμολόγησεν ὁ Πρώταρχος συνευδοκούσης καὶ τῆς γυναικὸς ἐκτὸς οὗ προείληφε παρὰ τοῦ Τρύφωνος καὶ ἀρχαίου κεφαλαίου προσκομισάμενος τὰς λοιπὰς τῆς ἑσταμένης τιμῆς ἀργυρίου δραχμὰς Αυ ἕως ε Φαρμοῦθι τοῦ αὐτοῦ ἔτους παραχωρήσειν τῶι Τρύφωνι ἢ οἷς ἐὰν συντάσσῃ καθʼ ἑτέραν συγχώρησιν ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ Πρωτάρχῳ ἐν τῶι Βουσειρίτῃ ἐν τοπαρχίᾳ Φθευριη περὶ κώμην Θονοφωι γῆς κατοικικῆς ἀρουρῶν διακοσίων ἀρούρας τεσσαράκοντα ἐννέα ἥμισυ ὄγδοον ἑκκαιδέκατον, ἀφʼ ὧν εἰσιν ἐν μιᾷ σφραγῖδι ἄρουραι γ η´ ιϛ´, ὧν γείτονες νότωι τὰ λοιπὰ ἐδαφη ὧν ἐώνηται ὁ Τρύφων ἀρουρῶν βορρᾷ τῶν κατὰ Ναρω… ἀπηλιώτῃ βουνὸς λιβὶ [..] Ἀλεξανδρίων καὶ ἐν ἑτέρᾳ σφραγῖδι αἱ λοιπαὶ ἄρουραι μϛ ?, ὧν γείτονες νότῳ Χελκίου γῆ βορρᾷ χῶμα ἀπηλιώτῃ βουνοὶ λιβὶ Ἥρωνος καὶ Χελκίου γῆ καὶ ἐφʼ οἷς ἄλλοις ἡ συνχώρησις περιέχει, τὰ νῦν τοῖς προκειμένοις ἀκολούθως ἀπέσχηκεν ὁ Πρώταρχος παρὰ τοῦ Τρύφωνος διὰ τῆς Κάστορος τραπέζης τὰς τοῦ ἀργυρίου δραχμὰς Αυ καὶ συγχωρεῖ παραχωρῆσαι τῶι Τρύφωνι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὰς προκειμένας ἀρούρας μθ ? η´ ιϛ´ καὶ ειε… μὲν Τρύφωνα κρατεῖν καὶ κυριεύειν αὐτῶν καὶ ἑτέροις παραχωρεῖν καὶ ἐγμισθοῦν καὶ ἀποφέρεσθαι τὰ ἐξ αὐτῶν ἐσόμενα κατʼ ἔτος ἀπὸ τοῦ εἰσιόντος ιη ἔτους Καίσαρος διὰ τὸ τὰ τοῦ ἐνεστῶτος ἔτους εἶναι τοῦ Πρωτάρχου καὶ οἰκονομεῖν καὶ ἐπιτελεῖν κατʼ αὐτῶν ὅτι ἐὰν βούληται τελειοῦν δὲ καὶ οὓς ἐὰν ἑτέρους θέλῃ χρηματισμοὺς ἀπὸ τῆσδε τῆς συνχωρήσεως καὶ τῶν πρὸς αὐτὴν εἰκόνων? μετενεγκόντα ἐπὶ τοὺς τόπους τωι σιπρ[...] καταλοχισμοὺς [....]αλας καθηκ… καὶ μετεπιγράφεσθαι τοὺς [...]ους μὴ προσδεηθέντι τῆς τοῦ Πρωτάρχου παρουσίας πρὸς τὸν ἴσον κατὰ μηδὲν ἀντιποιεῖσθαι καὶ παραβάντα μηδὲν τῶν ἴσων ἐπιτελεῖν τὸν Πρώταρχον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ, παρέξεσθαι δὲ τὴν πρᾶσιν βεβαίαν καὶ ἀνέπαφον καὶ καθαρὰν ἀπὸ πάντων δημοσίων καὶ τῶν ἄλλων τελεσμάτων ἕως τοῦ αὐτοῦ ιζ ἔτους Καίσαρος ἀπὸ δὲ [.] ἰδιωτικῶν εἰς τὸν ἄνω χρόνον καὶ πάντα τὸν ἐπελευσόμενον [..] ἀφιστάνειν τοῖς ἰδίοις δαπανήμασιν, ἐὰν δέ τι τούτων παραβῇ, χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἔτι καὶ προσεκτίνειν αὐτὸν ὃ εἴληφεν παραχωρητικὸν κεφάλαιον σὺν ἡμιολίαι καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς Α καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκ δίκης, [....] ἐὰν δὲ [..]ιας ὁ Πρώταρχος τῶι Τρύφωνι καὶ [..] ὀφείλει τῶν ὑπαρχουσῶν ἀρουρῶν διακοσίων [.]λειν [.]φα επιμη[..]… μετὰ τὰς αὐτοῦ γρ[.] ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιβ

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a text irregularity from the left

Select an abbreviation from the left