TM 18604
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.4.1154_1
Πρωτάρχωι παρὰ Ἡλιοδώρου τοῦ Ἡλιοδώρου τοῦ καὶ Ἀφροδεισίου Ἀλθαιέως καὶ παρὰ Διδύμου καὶ Σεύθου ἀμφοτέρων Διδύμου καὶ τῆς τοῦ Διδύμου γυναικὸς Θεοδότης τῆς Θεοδώρου μετὰ κυρίου τοῦ ἀνδρός. συνχωρεῖ ὁ Ἡλιόδωρος ἀπεσχηκέναι παρὰ τοῦ Διδύμου καὶ Σεύθου καὶ Θεοδότης διὰ χειρὸς ἐξ οἴκου τὰ δάνεια ἃ ἐδάνεισεν αὐτοῖς κατὰ συνχωρήσεις δύο τὰς διὰ τοῦ αὐτοῦ κριτηρίου γεγονυίας τῶι ιγ ἔτει Καίσαρος Φαμενὼθ μίαν μὲν δραχμὰς ἑξακοσίας ἑξήκοντα καὶ τοὺς τούτων τόκους, τὴν δὲ ἑτέραν δραχμὰς ἑκατόν, καὶ εἶναι ἀκύρους ἀμφοτέρας τὰς συνχωρήσεις καὶ τὰς γενηθείσας κατʼ αὐτὰς διαγραφὰς διὰ τῆς Ζωίλου τραπέζης σὺν τῇ διὰ τῆς τῶν ἑκατὸν δραχμῶν συνχωρήσεως σημανθείσηι παραμονῇ τοῦ Διδύμου καὶ Θεοδότης υἱοῦ Διδύμου καὶ μὴ ἐπελεύσεσθαι τὸν Ἡλιόδωρον μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ ἐπὶ τὸν Δίδυμον καὶ Σεύθην καὶ Θεοδότην μήτε περὶ τῶν αὐτῶν μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς ὀφειλήματος ἢ ἀπαιτήματος ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας, ἀλλὰ μηδὲ ἐπὶ τὸν υἱὸν Δίδυμον ἐπελεύσεσθαι περὶ τῶν κατὰ τὴν παραμονὴν τρόπωι μηδενὶ ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα ἐνέχεσθαι αὐτὸν παραβαίνοντα τοῖς τε βλάβεσι καὶ τῶι ὡρισμένωι προστίμωι. ἔτους κ Καίσαρος Παχὼν θbgu.4.1154_2
[--------------------]ἀμφοτέρων Σεύθης καὶ Δίδυμος ⁄ Δίδυμος καὶ Θεοδότη Θεοδώρου τῶι Ἡλιοδώρωι ἀργυρίου δραχμὰς? ψξ
Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- with highlights of Text Irregularities (omit)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)