Unregistered user (18.188.96.232). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 19486 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/19486

Information mentioned in this text

    TM 19486

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.ryl.2.77_1

    Σαραπίωνι τῷ καὶ Ἀπολλωνίῳ στρατηγῷ τοῦ αὐτοῦ νομοῦ [---][.]μου γενομένου στρατηγοῦ υἱοῦ Νεμεσιανοῦ [---] Ἑρμαίου τοῦ καὶ Διδύμου γενομένου κοσμητοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων φανερὸν [---] λαμβάνειν ἐπιστολὴ τοῖς ἄρχουσι [---] τοῦ τῶν ἀρχόντων λογιστηρίου [---] τοῖς κοσμηταῖς μηδʼ ἐξ αὐτοῦ [---][.] ὑπηρετῶν τὸ ἕτερον [---]ετ[.]ου πραχθέντα καὶ [---] ἔτους [.] Αὐρηλίου Κομμόδου Καίσαρος τοῦ κυρίου Ἁθὺρ δ [---]καλης προσαγαγόντες [---]ενα ἐπέμψατε πρὸς ἡμᾶς [---]ῆσαι περὶ τὴν Ἀρμενίαν [---]τα γράμματος προέγραψα [---][...] διὰ τοῦτο ἐν τῇ φυλακῇ [---]ησω[...]σι καὶ ὀλίγου ἀπεκαρ[---]θῆναι τὴν λειτουργίαν διὰ τοῦτο [---] τὴν ἀπαλλαγήν. Ἱέραξ ῥήτωρ εἶπεν · [---] καὶ μηδὲ τροφῶν μεταλαβεῖν [---] ἀδικοῦμεν εἰς τηλικαύτην ὕβριν [---] ἐν περιουσίᾳ ἱκανὴν ἐτύγχανεν [---]τησεν τῷ ταμείῳ καὶ διὰ τοῦτο [---][.]σειν οἷόν τʼ’ ἐστὶν τὸ παντελῶς [---]ίους αὐτῷ ὑπάρξειν εἰς τὴν [---][.]ς ὥστε οὐκ οἷόν τʼ’ ἐστὶν [---][.]υτικὴν ὕβριν ἀξιοῖ [---][....]ν ἀρχῆς καὶ Αὐρήλιος [---] οἱ διέποντες τὴν τῶν στεμμάτων διοίκησιν εἶπον · [---] προσπεποίηται ἄπορος εἶναι, ὥστε

    p.ryl.2.77_2

    δύνασθαι αὐτὸς μὲν ἀπηλλάχθαι ἑτέρους δὲ ἀντʼ αὐτοῦ δοθῆναι. Ἅρπαλος εἶπεν · ἐὰν ὑμῖν δοκῇ, κελεύσατε ὃ ἔδωκα ἱκανὸν ἀνεθῆναι καὶ τὰς κλεῖδας τοῦ οἰκηματίου ἀποδοθῆναι. οἱ διέποντες τὴν τῶν στεμμάτων διοίκησιν εἶπον · καὶ τὸ ἱκανὸν ἀνεθήσεται καὶ τὰς κλεῖδας ἀπολήμψει. ἐξῆλθε [...]ας ὑπηρέτης. ἕως τούτου τὸ ἀντίγραφον. ἔτους λβ μηνὸς Ἐπεὶφ κθ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. καὶ ἀντίγραφον ὑπομνήματος · με[.....] δημόσια πρὸς τῷ βήματι παρόντων τῶν ἐνάρχων Δίου γυμνασιάρχου Διονυσίου τοῦ καὶ [.]νθεου ἐξηγητοῦ, Ὀλυμπιοδώρου προδίκου, Ἀπολλωνίου Ἡρακλαπόλλωνος γυμνασιαρχήσαντος καὶ Ἀχιλλέως Κορνηλίου, τῶν παρεστώτων ἀπὸ τῆς πόλεως ἐπιφωνησάντων · στεφέσθω Ἀχιλλεὺς κοσμητείαν · μιμοῦ τὸν πατέρα τὸν φιλότιμον τὸν γέροντα φῶτα, Ἀχιλλεὺς εἶπεν · πειθόμενος τῇ ἐμαυτοῦ πατρίδι ἐπιδέχομαι στεφανηφόρον ἐξηγητείαν ἐπὶ τῷ ἐτήσια εἰσφέρειν με τάλαντα δύο καὶ ἀπαλλαγῆναι ἐπιτηρήσεως διαμισθουμένης γῆς. Ὀλυμπιόδωρος εἶπεν · ἡ τύχη τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος ἀφθόνως ἀρχὰς παρέχει καὶ τῆς πόλεως αὐξάνει τὰ πράγματα, τί τʼ’ οὐκ ἤμελλεν ἐπὶ τῇ ἐπαφροδίτῳ ἡγεμονίᾳ Λαρκίου Μέμορος; εἰ μὲν οὖν ὁ Ἀχιλλεὺς βούλεται στεφανωθῆναι ἐξηγητείαν, εἰσενεγκάτω τὸ εἰσιτήριον ἐντεῦθεν, εἰ δὲ μή, οὐχ ἧττον ἑαυτὸν ἐχειροτόνησεν εἰς τὴν κατεπείγουσαν ἀρχὴν κοσμητείαν. Ἀχιλλεὺς εἶπεν · ἐγὼ ἀνεδεξάμην ἐξηγητείαν ἐπὶ τῷ κατʼ ἔτος δύο τάλαντα εἰσφέρειν, οὐ γὰρ δύναμαι κοσμητείαν. Ὀλυμπιόδωρος εἶπεν · ἀναδεξάμενος τὴν μείζονα ἀρχὴν οὐκ ὀφείλει τὴν ἐλάττονʼ ἀποφεύγειν. Ἀμμωνίων Διοσκόρου ὑποτυχὼν εἶπεν · πάσης τῆς ἐνεστώσης ἔτυψέ με ὁ Ἀχιλλεὺς καὶ αὐτὰ ταῦτα ἀσφαλίσομαι διὰ τῶν σῶν ὑπομνημάτων ὅτι καὶ ἐντυγχάνω τῷ λαμπροτάτῳ ἡγεμόνι περὶ τῆς ὕβρεως. Ἀχιλλεὺς εἶπεν · οὔτε ἔτυψα αὐτὸν οὔτε ὕβρισα. Σαραπίων ὁ καὶ Ἀπολλώνιος στρατηγὸς εἶπεν · ἃ μὲν εἰρήκατε γέγραπται, μεταπεμφθήσονται δὲ καὶ οἱ κοσμηταὶ ἵνα ἐπὶ παροῦσι αὐτοῖς αὐτὰ ταῦτα εἴπητε. μετʼ ὀλίγον πρὸς τῷ Καισαρείῳ Διογένης καὶ Διόσκορος καὶ οἱ σὺν αὐτοῖς κοσμηταὶ προελθόντες παρόντος τοῦ Ἀχιλλέως διὰ τοῦ ἑνὸς αὐτῶν, Διογένης εἶπεν · ἐμάθομεν τὸν Ἀχιλλέα προβαλόμενον ἑαυτὸν εἰς ἐξηγητείαν ἀπόντων ἡμῶν, τοῦτο δὲ οὐκ ἐξῆν, ὁ γὰρ θειότατος Ἀντωνῖνος διὰ διατάγματος ἐκέλευσεν μὴ συγχωρεῖσθαι ἄνευ τριῶν ἐπιλόγχων εἰς ἐξηγητείαν · πολλῶν οὖν ἐπιλόγχων ὄντων ὀφείλει εἰς τὴν κατεπείγουσαν ἀρχὴν παραβαίνειν, ὡς ἀναγνώσομαί σοι τὸ διάταγμα. καὶ ἀναγνόντος ἀντίγραφον διατάγματος Μάρκου Αὐρηλίου Ἀντωνίνου Καίσαρος Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ κοσμητεύσαντος παρὼν εἶπεν · ἰδίῳ κινδύνῳ στέφω τὸν Ἀχιλλέα τὴν κοσμητείαν. Ὀλυμπιόδωρος εἶπεν · ἔχομεν δὴ φωνὴν τοῦ Ἀσπιδᾶ ὅτι ἰδίῳ κινδύνῳ αὐτὸν στέφει. καὶ ὀφείλει στεφῆναι, ἤδη γὰρ ἡ ἀρχὴ ἀδιάπτωτός ἐστιν τῇ πόλει. ὁ στρατηγὸς εἶπεν τὰ εἰρημένα ὑπομνηματισθῆναι. ἀνέγνων. καὶ ἑτέρου ἐπιστάλματος τὸ ἀντίγραφον · ἄρχοντες Ἑρμοῦ πόλεως τῆς μεγάλης Σαραπίωνι τῷ καὶ Ἀπολλωνίῳ στρατηγῷ Ἑρμοπολίτου τῷ φιλτάτῳ χαίρειν. Ἀχιλλεὺς Νεαρχίδου τοῦ καὶ Κορνηλίου ἀγορανομήσαντος ἀγόμενος εἰς κοσμητείαν ὑπό τινων κοσμητῶν ὑπέσχετο ἐπὶ σοῦ ἐξηγητεύσειν. ἡμῶν δὲ προτρεπομένων αὐτὸν ἀναδέξασθαι τὴν κοσμητείαν διὰ τὸ μὴ πολλοὺς ἔχειν τὴν πόλιν κοσμητὰς πλειόνων ὄντων ἐπιλόγχων ἐξηγητῶν Ἀσπιδᾶς πατὴρ Ἑρμᾶ κοσμητεύσαντος ἔστεψεν αὐτὸν ἰδίῳ κινδύνῳ τὴν κοσμητείαν, καθὰ διʼ ὑπομνημάτων σου ἀνείλημπται. τῆς οὖν ἀρχῆς τῇ πόλει ἀδιαπτώτου οὔσης ἐξ ὁποτέρου αὐτῶν ἐπιστέλλεταί σοι ὅπως ἀκόλουθα τοῖς ἐπὶ σοῦ γενομένοις προνοήσῃ πρᾶξαι, εἰς τὸ τὴν πόλιν ἀπολαβεῖν τὴν ἀρχήν. ἔτους λβ Φαρμοῦθι ιγ. ὑπέγραψαν ἐξηγητὴς καὶ γυμνασίαρχος.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select an abbreviation from the left