TM 19812
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.lond.4.1354
[--------------------][---]σιν τῶν τῆς χώρας [---] [---]ε[...]σον τὸν διασταλέντα σί’τον καὶ ἄρ’τον [---] λόγῳ δαπάνης τοῦ κούρσου ὡς εἴρηται’ [---] ἃ μὲν ἐνεβάλου εἰς πλοῖα’ παρασκεύασον ἀναδοθῆναι [---] εἰ δὲ καί τις ἐκ τῶν τῆς διοικήσεώς σου φαίνηται δούς τινι ἐκ τῶν ὑπουργῶν σου ἀπαργυρισμὸν τὸν ὁτιοῦν τῆς τοιαύτης δαπάνης παρʼ ὃ ἧς ἐθεματίσαμεν διατιμήσεως ἐν τοῖς ἡμετέροις ἐνταγίοις’ τοῦτον εἰς πλῆρες ὑπόστρεψον αὐτοῖς καὶ μὴ ἀπαιτήσῃς τοὺς τῶν χωρίων σῖ’τον καὶ ἄρτον ἀπὸ τοῦ νῦν ἕως τοῦ καιροῦ τοῦ θερισμοῦ κελεύσει Θεοῦ. ἡνίκα δε ἄρξονται εἰς τὸν θερισμὸν ἀπαίτησον αὐτοὺς ἐντελῶς’ εἴ τι λοιπάζονται ἐκ τοῦ αὐτοῦ σίτου καὶ ἄρ’του καὶ ἀπόστειλον ἐν Ταμίαθι μὴ ὑστερῶν ἐξ αὐτῶν μίαν ἀρτάβην’ καὶ μόνην. ἐξακολούθησον δὲ ἀπαρακλινῶς τῇ ἐπιτροπῇ ἡμῶν ἐν τούτοις ἅπασιν — μὴ καταθορών τινι ἀλλὰ διὰ σεαυτοῦ ἀποτελῶν. ἰδοὺ γὰρ γεγραφήκαμεν τῷ πεμφθέντι παρʼ ἡμῶν ἀποστόλῳ πρὸς σὲ ἕνεκε τῆς τοιαύτης δαπάνης’ ἐνέγκαι πρὸς ἡμᾶς’ κατάγραφον’ περιέχον τί’ ἐνεβάλου καὶ ἀπέστειλας διʼ ἑκάστου πιστικοῦ ἀπό τε δαπάνης καὶ ἀπαρ’γυρισμοῦ αὐτῆς|mid-punctus|. λοιπὸν’ μὴ γνωσθῇ’ ἡμῖν’ ὡς ἠνύσθη ἐκ τῶν τῆς διοικήσεώς σου ἀπαργυρισμὸς δαπάνης τὸ καθόλου κάτωθεν’ ἧς ἐνεθήκαμεν’ ὡς λέλεκται ἀποτιμήσεως ἐν τοῖς ἡμετέροις ἐνταγίοις|mid-punctus|. τὸ δὲ ὄσπριον καὶ τὸ ὀξέλαιον πάραυτα μὴ ἀναμέν’ων πρὸς ῥοπὴν καὶ μόνην ἔκπεμψον ἐν Ταμίαθι καὶ μὴ ἀμελήσῃς|mid-punctus|. ἐγράφη μηνὸς Φαμενὼθ κθ ἰνδικτίονος η ’
Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)