TM 20633
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.oxy.3.499_1
ἐμίσθωσεν Τρύφων Ἀριστάνδρου καὶ Σαραπίων Ἡρώδου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Ἀπολλωνίῳ Ὥρου τῶν ἀπὸ κώμης Σενέπτα Πέρσῃ τῆς ἐπιγονῆς εἰς τὸ ἐνεστὸς ἕκτον ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων αὐτοῖς περὶ τὴν αὐτὴν κώμην ἐκ τοῦ Δίωνος κλήρου τὰς ἀπὸ ἐπικαλάμου ἀρούρας δέκα ἥμισυ, ὧν γείτονες ἀπηλιώτου Διδύμου νότου τῶν προγεγραμμένων βορρᾶ τῶν αὐτῶν λιβὸς Σεύθου Ποτάμωνος, ὥστε ξυλαμῆσαι χόρτῳ εἰς κοπὴν καὶ ἐπινομήν, φόρου ἑκάστης ἀρούρης μηδεμιᾶς γεωμετρίας γενομένης ἀνὰ ἀργυρίου δραχμὰς τριάκοντα ἓξ ἀκίνδυνα παντὸς κινδύνου, τῶν ὑπὲρ τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως ἂν τὸν φόρον κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότω ὁ μεμισθωμένος τὸν φόρον τῷ Παῦνι μηνὶ τοῦ αὐτοῦ ἔτους, ὃ δʼ ἂν προσοφειλέσῃ ἀποτεισάτω μεθʼ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τοῦ αὐτοῦ Ἀπολλωνίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ μίσθωσις. ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ κε. Σαραπίων Ἡρώδου συνμεμίσθωμαι τὰς προκειμένας ἀρούρας δέκα ἥμισυ μηδεμιᾶς γεωμετρίας γενομένης ἀνὰ ἀργυρίου δραχμὰς τριάκοντα ἓξ κατʼ ἄρουραν ὡς πρόκειται. χρόνος ὁ αὐτός.p.oxy.3.499_2
Ἀπολλωνίου μίσθωσις εἰς τὸ ϛ ἔτος.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)