TM 21342
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.mich.3.203_1
Σατορνῖλος Ἀφροδοῦτι τῇ μητρὶ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν καὶ εὐτυχεῖν. γινώσκειν σε θέλω ὅτι τρεῖς σοι ἐπιστολὰς ἔπεμψα ἐν τούτωι τῶι μηνί. τὰ ἐπιμηνίδια ἅ μοι ἔπεμψας διὰ Ἰουλλίου πάντα ἐκομισάμην καὶ διὰ τοῦ παιδαρίου Ἰουλίου κάλαθον ἐλαιῶν. γινώσκειν σε θέλω ὅτι ἐγεννήθη μοι ἄλλο παιδίον ἄρσενον ᾧ ὄνομα Ἀγαθὸς Δαίμων θεῶν θελόντων. ἐὰν εὕρω εὐκαιρίαν ἐργασίαν διδόναι ἔρχομαι μετʼ ἐπιστολῶν πρὸς ὑμᾶς. γινώσκειν σε θέλω ὅτι ἰδοὺ τρεῖς μῆνας ἀφʼ ὅτε ἤλλαγμαι εἰς Ψέλκιν καὶ οὔπω εὕρηκα εὐκαιρίαν τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. ἐφοβήθην ἄρτι ἐλθεῖν ἐπεὶ λέγουσιν ὁ ἡγεμὼν ἐν τῷ πόρῳ ἐστίν, μὴ λάβῃ ἀπʼ ἐμοῦ τὰς ἐπιστολὰς καὶ ἀπολύσῃ με πρὸς τὰς σημέας καὶ κενὴν δαπάνην ποιήσω. τοῦτο δέ σε θέλω γινώσκειν ὅτι ἐὰν παρέλθῃ ἄλλη δίμηνος καὶ μὴ ἔλθω πρὸς ὑμᾶς ἕως Ἁθὺρ μηνός, ἔχω ἄλλους δέκα ὀκτὼ μῆνας εἰς τὰ πραισίδια καθήμενος μέχρι εἰς Ψέλκιν εἰσέλθω καὶ ἔλθω πρὸς ὑμᾶς. μαρτυρήσουσιν ὑμῖν πάντες οἱ ἐρχόμενοι πῶς καθʼ ἡμέραν ζητῶ τοῦ ἐλθεῖν. εἰ ὑμεῖς θέλετέ με μικρὸν ἰδεῖν, ἐγὼ μέγα, καὶ εὔχομαι καθʼ ἡμέραν τοῖς θεοῖς πῶς δώσουσι ταχὺ τὴν εὐοδίαν τοῦ ἐλθεῖν. πάντα εἰς τὴν στρατείαν μετʼ εὐκαιρίας γείνεται. ἐὰν σχῶ τὴν εὐκαιρίαν ἔρχομαι πρὸς ὑμᾶς. τὰ δὲ τῶν παιδίων μου χοιρίδιά μοι θρέψατε ἵνα ἐὰν παραγένηται εὕρῃ μου τὰ παιδία. εἰς τὰς δευτέρας τύχας καλῶς ποιήσεις πέμψον Ἰουλᾶτι τῷ υἱῶι Ἰουλίου τί ἐὰν δυνασθῇς ἐπιμηνιδίων καὶ ἔστω ὥσπερ υἱός μου ὥσπερ ἐμὲ φιλεῖς καὶ ἐγὼ τὰ τέκνα μου φιλῶ. ἐὰν σχολάζῃ ὁ ἀδελφὸς αὐτοῦ πέμψον αὐτὸν πρὸς ἐμὲ τάχα ἵνα τὰ παιδία μου πέμψω σοι διὰ αὐτοῦ καὶ τὴν μητέρα αὐτῶν. πέμψον δέ μοι περισσότερον κεράμιον ἐλαιῶν φίλῳ μου · μὴ ἄλλως ποίει. οἶδες ὅτι τί ἐὰν δοῖς Ἰουλίῳ φέρει μοι ὃ καὶ ὁμολόγησέ μοι. τί ἐὰν ποιήσῃ γράψον μοι. ἀσπάζου Σοκμήνιον καὶ τὰ τέκνʼ αὐτοῦ καὶ τὴν [.....]καν καὶ Σαβεῖνον καὶ Θαισᾶν καὶ τὰ τέκνα αὐτῆς καὶ τοὺς ἀδελφοὺς καὶ Ταβέγκαν τὴν ἀδελφήν μου καὶ τὸν ἄνδρα αὐτῆς καὶ τοὺς γαμβροὺς αὐτῆς. καὶ εἰ τέκνον ἔσχηκεν γράψον μοι. ἀσπάζου Τασοκμῆνιν τὴν κυρίαν μου ἀδελφὴν καὶ Σαμβᾶν καὶ Σουῆριν καὶ τὰ τέκνα αὐτῆς καὶ Σαμβοῦν καὶ πάντας τοὺς συνγενεῖς καὶ φίλους κατʼ ὄνομα. ἀσπάζεται ὑμᾶς πάντας Γέμελλα καὶ Διδυμάριν καὶ ὁ νεογενὴς Ἀγαθὸς Δαίμων καὶ Ἐπίκτητος. ἀσπάζετε Γέμελλον καὶ [.....] τὴν γυναῖκα [...]λιανοῦ. καὶ οὐκ ἦν μέγα πρᾶγμα η ε[..]α. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πάντας. ἔτους [.] Τραιανοῦ Ἀρίστου Καίσαρος τοῦ κυρίου. Φαῶφι κε.p.mich.3.203_2
εἰς Καρανίδα ╳ μητρὶ Ἀφροδοῦτι [..]ῦτος ἀπὸ Σατορνείλου στρατιώτου [---]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)