TM 22185
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
p.oxy.19.2235
Φλαουίῳ Εὐλογίῳ ἀπὸ λογιστῶν ῥιπαρίῳ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Ὥρου Θεοδώρου ἀπὸ κώμης Ἀδαίου δ πάγου τοῦ αὐτοῦ νομοῦ. ὑπάρχει τοῖς τέκνοις τῆς ἡμετέρας μου θυγατρός, Πετεύρει καὶ Πατᾷ, ἀπὸ διαδοχῆς τοῦ πατρὸς αὐτῶν Πενήφιος, ἐν πεδίοις τῆς αὐτῆς κώμης σιτικῆς ἰδιωτικῆς ἄρουρα μία σωματιζομένη τῷ ὀνόματι τοῦ πατρὸς αὐτῶν καὶ προειρημένου Πενήφιος καὶ ὑποστέλλουσα τῇ πεδιάδι τῆς αὐτῆς Ἀδαίου ὡς καὶ διὰ τῶν πρὸς ἀπαίτησιν βιβλίων ἐνιαυσίως ἔγκειται. ἀλλʼ ἐπεὶ Παυσῖρις γραμματεὺς ἀπὸ κώμης Τερύθεως τοῦ αὐτοῦ πάγου παρʼ ἕκαστα ἐπιβουλεύων τοῖς ὀρφανοῖς παισὶν ἐπέρχεται τούτοις δὴ ἐπὶ προφάσει δημοσίων τελεσμάτων τῆς αὐτῆς ἀρούρας μιᾶς ὡς ταύτης ὑποστελλούσης τῇ πεδιάδι τῆς Τερύθεως καινοτομίαν βουλόμενος διαπράξασθαι ἐπὶ περιγραφῇ τῶν παίδων τῆς θυγατρὸς μου, οὐδεπώποτε γὰρ συντελεία παρεσχέθη τοῖς τῆς Τερύθεως πρακτῆρσι ὑπὲρ τῆς γῆς ταύτης, τῷ μάλιστα τὸν τῆς ἡμετέρας κώμης ὁριοδείκτην Ἀφύγχιν χεῖραν ἐκδεδωκέναι ἡμῖν ὡς τῆς ἀρούρης α ταύτης τῇ πεδιάδι τῆς Ἀδαίου ἐνφέρεσθαι, διὸ πρόσειμι ἀξιῶν τὸν προειρημένον Παυσῖριν μετασταλῆναι καὶ παραγγελῆναι παύσασθαι αὐτὸν τοῦ λοιποῦ ἐπιβουλεύοντα τοῖς ὀρφανοῖς παισὶν μὴ διὰ τὴν αἰτίαν αὐτοῦ φυγαδευθῶσι, κύριε. διευτύχει. Αὐρήλιος Ὥρος ἐπιδέδωκα ὡς πρόκειται. Αὐρήλιος Παῦ?λος Πέτρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)