TM 243
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.3.998_1
1 [βα]σιλεύοντος Πτολεμαίου τοῦ καὶ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιδ2 [ἐφʼ] ἱερείων* καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Χοιὰχ β ἐν Παθύρει
3 [ἐφʼ] Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενμεγχῆς Πανεχάτου Πέρσης
4 [τῆς] ἐπιγονῆς ὡς (ἐτῶν) νε μέσος μελίχρω(ς) τετανὸς ἀναφάλακρος μακροπρόσω(πος) εὐθύριν οὐλὴ μήλῳ
5 [ἀρισ]τερον* ἐπισ[κάζω]ν τὸν πόδα δεξιὸν συνεπικελεύοντος τω* τούτου υἱοῦ Ἁρπαήσιος
6 [τοῦ] Ψενμεγχῆ[τος] [Πέ]ρσου ὡς (ἐτῶν) λ μεσος* μελίχρω(τος) ὑποκλαστος* μακροπροσώ(που) εὐθυριν* ἀσημος*
7 [τὴν] ὑπάρχουσα[ν] [οἰ]κίαν ᾠκοδομημένην καὶ κεκαμαρωμένην καὶ τεθυρωμένην καὶ
8 [τὴν] προσουση[ς]* [αὐλῆν] τῆς* οὐσης* ἐν τῷ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες · νότου οἰκία Νεχού(του)
9 [τοῦ] Πανεχ̣ά̣[του] [βορρ]ᾶ οἰκία Κεφάλωνος ἀπηλιώ(του) ῥύμη λιβὸς οἰκία Πόρτιτος τοῦ Πετεσούχου
10 [ἧς] [ἀν]ὰ μέσον ῥ[ύ]μη ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεῆσις Ὀνηοῦς Πέρσης ὡς (ἐτῶν) μ
11 [μέσος] μελίχρω(ς) ὑπόκλαστος οὐλὴ μετώπῳ χαλκοῦ τάλαντα τεσσαρες*. προπωλητὴς καὶ
12 [βεβαιω]τὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενμεγχῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο
13 [Πετεῆ]σις ὁ πριάμενος.
14 Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα).
bgu.3.998_2
1 ἔτους ιδ Χοιὰχ β ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου.2 ὁμολογεῖ Ψενμεγχῆς Πανεχάτου Πέρσης τῆς ἐπιγονῆς ἀφίστασθαι ἀπὸ
3 τῆς πεπραμένης οἰκίας ᾠκοδομημένης καὶ τεθυρω(μένης) καὶ τῆς προσούσης
4 αὐλῆς τὴν* οὐσαν* ἐν τῷ ἀπὸ βορρᾶ μέρει Παθύρεως ἧς γείτονες · νότου οἰκία
5 Νεχούτου τοῦ Πανεχάτου βορρᾶ οἰκία Κεφάλωνος ἀπηλιώ(του) ῥύμη λιβὸς οἰκία
6 Πόρτιτος τοῦ Πετεσούχου ἧς ἀνὰ μέσον ῥύμη ἢ οἳ ἂν ὦσι γείτονες, ἣν ἔθετο
7 ὠνὴν Πετεήσι ἐπὶ τοῦ αὐτοῦ ἀρχείου πρὸς χαλκοῦ (τάλαντα) δ καὶ μὴ ἐπελεύ-
8 σασθαι* μήτʼ αὐτὸς Ψενμεγχῆς μήδʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ ἐπὶ τὸν
9 Πετεῆσιν μήδʼ ἐπʼ ἄλλον μηδένα τῶν παρʼ αὐτοῦ, εἰ δὲ μὴ ἥ τʼ ἔφοδος τῶι ἐπι-
10 πορευομένωι ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπελθὼν ἐπίτι(μον) παραχρῆμα
11 χαλκοῦ τάλαντα ὀκτὼ καὶ ἱερα* βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς ρξ
12 καὶ μηθὲν ἧσσον ἐπάναγκον αὐτῷ ἔστω ποιεῖν κατὰ <τὰ> προγεγραμμένα.
13 ἡ δὲ ὁμολογία ἥτε* κυρία ἔστω πανταχῆ οὗ ἂν ἐπιφέρηται.
14 Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρη(μάτικα)
Display options
Text:
- original, uncorrected text with diacritics (omit)
- including line breaks (omit)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- with highlights of People (omit)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)