TM 2665
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.6.1262
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἑβδόμου ἐφʼ ἱερέως Ἀγαθοκλέους τοῦ Ἀγαθοκλέους Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλησοῦς τῆς Δημητρίου μηνὸς [---] ἐμίσθωσεν εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα ἀπὸ τοῦ σπόρου τοῦ ἐν τῶι ἑβδόμωι ἔτει οὗ οἱ καρποὶ εἰς τὸ ὄγδοον ἔτος Δαμᾶς [---] [---] τῶν οὔπω ὑφʼ ἡγεμόνα Ζήνωνι [---] [---] τὸν ἑαυτοῦ κλῆρον ὅλον ἄσπερμον ἀκίνδυνον πλὴν ἀβρόχου ἐκφορίου πυρῶν ἀρταβῶν ἐνενήκοντα · τὰ δʼ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότω Ζήνων Δαμᾶντι ἐν μηνὶ Δύστρωι τοῦ ὀγδόου ἔτους πυρὸν καθαρὸν ἄδολον μέτρωι χόϊ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς [---] οὗ ἂν Δαμᾶς συντάξηι ἰδίωι ἀνηλώματι · ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Ζήνων Δαμᾶντι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα · ἐὰν δέ τι πραχθῇ Ζήνων ὑπὲρ τοῦ κλήρου εἰς τὰ τοῦ κλήρου βασιλικὰ ἢ ἰδιωτικά, ὑπολογείτω Ζήνων εἰς τὰ ἐκφόρια καὶ ἡ πρᾶξις Δαμᾶντι παρὰ Ζήνωνος πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Δαμᾶς τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. ὁμολογεῖ δὲ Δαμᾶς ἔχειν παρὰ Ζήνωνος πρόδομα ἄτοκον χαλκοῦ νομίσματος δραχμὰς ἑκατόν · ταύτας δὲ ἀποδότω Δαμᾶς Ζήνωνι πρὸ τοῦ αὐτὸν τὰ ἐκφόρια κομίσασθαι. ἐὰν δὲ μὴ ἀποδῶι ἐξέστω Ζήνωνι ἀνεπευθύνωι ὄντι ὑπολογεῖν σῖτον τῶν ἑκατὸν δραχμῶν ἀπὸ τῶν ἐκφορίων τιμῆς ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Δαμᾶς. βεβαιούτω δὲ [---]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)