TM 2670
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
bgu.6.1274
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτει πέμπτωι ἐφʼ ἱερέως τοῦ δεῖνα τοῦ α[...] Ἀλεξάνδρου καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλίννης τῆς [..] μηνὸς Δύστρου εἰκάδι ἐν κώμηι Τακόναι τοῦ Ὀξυρυγχίτου νομοῦ ἐδάνεισεν Ἀμύντας Μενεδήμου Κυρηναῖος τῆς ἐπιγονῆς Μενεδήμωι Θεοκρίτου Κυρηναίωι τῆς ἐπιγονῆς ἀργυρίου ὀφθαλμοφανοῦς δραχμὰς πεντεκοσίας ἅμα τῆι συγγραφῆι ταύτηι σφραγιζομένηι · τὸ δὲ δάνειον τοῦτο ἀποδότω Μενέδημος Ἀμύνται ἐν μηνὶ Περιτίωι τῶι ἐν τῶι πέμπτωι ἔτει. ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα ἀποτεισάτω Μενέδημος Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου τὸ δάνειον τοῦτο ἡμιόλιον καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου ἐκ δύο δραχμῶν τῆι μνᾶι τὸν μῆνα ἕκαστον, καὶ ἡ πρᾶξις ἔστω Ἀμύνται ἢ τοῖς παρὰ Ἀμύντου κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται. μάρτυρες · Πτολεμαῖος Μακεδὼν τριακοντάρουρος τῶν κεκληρουχημένων ἐν τῶι Ἡρακλεοπολίτηι τῶν οὔπω ὑφʼ ἡγεμόνα Δημέας Νικοδήμου Νάξιος Φίλων Πτολεμαίου Μυσὸς Πολεμοκράτης Φιλοξένου Κυρηναῖος Ἀρχέλαος Καλλιξένου Χαλκιδεὺς Σείραμβος Φρυνίχου Βοιωτὸς οἱ πέντε τῆς ἐπιγονῆς. συγγραφοφύλαξ ΣήραμβοςDisplay options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- with highlights of Gods (omit)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)