TM 27815
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
sb.6.9458
παρὰ Κρονίωνος Πακήβκεως τοῦ Ἁρποκρατίωνος ἱερέως ἀπολυσίμου ἱεροῦ λογίμου κώμης Τεπτύνεως καὶ διαδόχου προφητείας τοῦ αὐτοῦ ἱεροῦ, ὕβριν οὐ τὴν τύχουσαν παθόντος ἀπὸ Κρονίου τινὸς ἀνθρώπου τολμηροῦ. ἔχει δὲ οὕτως. ἑαυτὸν γὰρ ἀνέσεισεν εἰς τὸ ἀπαιτῆσαι ναῦλα τοῦ ἐφʼ ὅρμον κατακομιζομένου τῆς κώμης πυροῦ καὶ ἀντὶ τοῦ διδομένου ὑπʼ αὐτοῦ ναύλου ἑκάστου σάκκου ὀβολῶν ιθ αὐτὸς τοῦ σάκκου ἀπαιτεῖ τῇ ἑαυτοῦ τόλμῃ καὶ ἀναιδείᾳ ὅλους ὀβολοὺς λ. καὶ ἐγὼ οὖν ἀποδοὺς ὧν ἐμέτρησα τὸ συναγόμενον πρὸς ὃ καὶ αὐτὸς ἐξωδιάζει, καὶ ἐμὲ βουλόμενος ἐργολαβῆσαι, κατʼ ἐμὴν ἀπουσίαν ἐπῆλθʼ ἐν τῇ οἰκίᾳ μου καὶ ὕβριν τὴν ἀνωτάτην ἐποίησεν ἐπὶ τοσοῦτον ὥστε καὶ παιδίσκας μου ἐν μέσῃ πλατείᾳ ἀποδῦσαι τὰς περὶ αὐτὰς ἐσθῆτας · οὐκ ἀρκεσθεὶς ἐπὶ τούτοις ἀλλὰ καὶ ἠργολάβησεν αὐτάς. καὶ δὴ παραγενομένου μου καὶ περὶ τούτων λογοποιουμένου πρὸς αὐτόν, ἀνεπιστρεπτήσας τῇ αὐτῇ τόλμῃ ἐπειράθη καὶ πρὸς ἐμὲ χρήσασθαι. ὅθεν κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι καὶ ἀξιῶ ἐπεξελθεῖν σε τοῖς ὑπʼ αὐτοῦ αὐθάδως διαπεπραγμένοις καὶ ὦ βεβοηθημένος. διευτύχει.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- without highlights of Text Irregularities (add)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)