Unregistered user (3.139.233.94). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 2790 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/2790

Information mentioned in this text

    TM 2790

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.frankf.1_1

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων, κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς Πανήμου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου. ἐμίσθωσεν Ἀπολλώνιος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα Νεοπτολέμωι Νουμηνίου Πέρσηι τῆς ἐπιγονῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα · ἄρξει δὲ ὁ σπόρος τῆς μισθώσεως ἐν τῶι δεκάτωι ἔτει οὗ οἱ καρποὶ εἰς τὸ ἑνδέκατον ἔτος, ἀσπερμὶ ἀκίνδυνον πλὴν ἀβρόχου ἐκφορίου πυρῶν ἀρταβῶν ἑξήκοντα · ἐὰν δέ τις γῆ ἄβροχος γένηται, παραδεχέσθω Ἀπολλώνιος Νεοπτολέμωι κα[..........] ἐκφόριον τῆς ἀβρόχου γῆς γενομένης. τὰ δὲ ἐκφόρια τὰ συγγεγραμμένα ἀποδότω Νεοπτόλεμος Ἀπολλωνίωι ἐν μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλήρωι μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθιν οὗ ἂν Ἀπολλώνιος συντάξηι ἰδίωι ἀναλώματι · ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Νεοπτόλεμος Ἀπολλωνίωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀπολλωνίωι παρὰ Νεοπτολέμου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Ἀπολλώνιος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. ἐὰν δέ τι πραχθῇ Νεοπτόλεμος ὑπὲρ τοῦ κλήρου ἢ ὑπὲρ Ἀπολλωνίου εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ὑπολογείτω Νεοπτόλεμος εἰς τὰ ἐκφόρια. ὁμολογεῖ δὲ Ἀπολλώνιος ἔχειν παρὰ Νεοπτολέμου πρόδομα ἄτοκον χαλκοῦ νομίσματος δραχμὰς ἑξήκοντα · ταύτας δὲ ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι πρὸ τοῦ αὐτὸν ἢ τὰ ἐκφόρια κομίσασθαι · ἐὰν δὲ μὴ ἀποδῶι, ἐξέστω Νεοπτολέμωι ἀνυπευθύνωι ὄντι ὑπολογεῖν σῖτον τῶν ἑξήκοντα δραχμῶν ἀπὸ τῶν ἐκφορίων τιμῆς ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Ἀπολλώνιος · ἐὰν δὲ μὴ ἐκποιῆι κομίσασθαι ἀλλὰ προσοφειλήσῃ τι Ἀπολλώνιος Νεοπτολέμωι ἢ σιτικὸν ἢ χαλκικόν, ἐπιγεωργείτω Νεοπτόλεμος τὸν κλῆρον τοῦ αὐτοῦ ἐκφορίου καὶ ὑπολογείτω ἐπὶ τῶι, ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀπολλώνιος Νεοπτολέμωι τὸν κλῆρον καὶ τοὺς κατασπαρέντας ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν · ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Νεοπτολέμωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας, ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται · ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται, ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι τὰς ἑξήκοντα δραχμὰς τὸ πρόδομα καὶ ἄν τι ἄλλο προσοφειλήσῃ παραχρῆμα · ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Ἀπολλωνίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται · μάρτυρες. ____

    p.frankf.1_2

    βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Βερενίκης θεῶν Εὐεργετῶν ἔτους ἐνάτου ἐφʼ ἱερέως Ἀνδρονίκου τοῦ Νικάνορος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων κανηφόρου Ἀρσινόης Φιλαδέλφου Πτολεμαίδος τῆς Πτολεμαίου τοῦ Ἐμπεδίωνος μηνὸς Πανήμου ἐν Θώλθει τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐμίσθωσεν Ἀπολλώνιος Μακεδὼν τριακοντάρουρος κληροῦχος τῶν οὔπω ὑφʼ ἡγεμόνα Νεοπτολέμωι Νουμηνίου Πέρσηι τῆς ἐπιγονῆς τὸν ἑαυτοῦ κλῆρον ὅλον εἰς ἐνιαυτὸν σπόρον καὶ θερισμὸν ἕνα · ἄρξει δὲ ὁ σπόρος τῆς μισθώσεως ἐν τῶι δεκάτωι ἔτει οὗ οἱ καρποὶ εἰς τὸ ἑνδέκατον ἔτος, ἀσπερμὶ ἀκίνδυνον πλὴν ἀβρόχου ἐκφορίου πυρῶν ἀρταβῶν ἑξήκοντα · ἐὰν δέ τις γῆ ἄβροχος γένηται, παραδεχέσθω Ἀπολλώνιος Νεοπτολέμωι κ[...........] ἐκφόριον τῆς ἀβρόχου γῆς γενομένης. τὰ δὲ ἐκφόρια τὰ συνγεγραμμένα ἀποδότω Νεοπτόλεμος Ἀπολλωνίωι ἐν μηνὶ Δύστρωι τοῦ ἑνδεκάτου ἔτους σῖτον καθαρὸν καὶ ἄδολον τὸν γενόμενον ἐν τῶι κλήρωι μέτρωι χοὶ δικαίωι μετρήσει δικαίαι καὶ ἀπενεγκάτω εἰς Θῶλθειν οὗ ἂν Ἀπολλώνιος συντάξηι ἰδίωι ἀναλώματι · ἐὰν δὲ μὴ ἀποδῶι κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Νεοπτόλεμος Ἀπολλωνίωι τιμὴν τῆς ἀρτάβης ἑκάστης τῶν πυρῶν δραχμὰς δέκα καὶ ἡ πρᾶξις ἔστω Ἀπολλωνίωι παρὰ Νεοπτολέμου πράσσοντι κατὰ τὸ διάγραμμα. κυριευέτω δὲ Ἀπολλώνιος τῶν καρπῶν ἕως ἂν τὰ αὑτοῦ κομίσηται. ἐὰν δέ τι πραχθῆι Νεοπτόλεμος ὑπὲρ Ἀπολλωνίου ἢ ὑπὲρ τοῦ κλήρου αὐτοῦ εἰς τὸ βασιλικὸν ἢ ἄλλο τι καθʼ ὁντινοῦν τρόπον, ὑπολογείτω Νεοπτόλεμος εἰς τὰ ἐκφόρια. ὁμολογεῖ δὲ Ἀπολλώνιος ἔχειν παρὰ Νεοπτολέμου πρόδομα ἄτοκον χαλκοῦ νομίσματος δραχμὰς ἑξήκοντα · ταύτας δὲ ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι πρὸ τοῦ αὐτὸν ἢ τὰ ἐκφόρια κομίσασθαι · ἐὰν δὲ μὴ ἀποδῶι, ἐξέστω Νεοπτολέμωι ἀνυπευθύνωι ὄντι ὑπολογεῖν σῖτον τῶν ἑξήκοντα δραχμῶν ἀπὸ τῶν ἐκφορίων τιμῆς ὡς ἂν πωλῆται ἐπὶ τῆς ἅλω καὶ προσδεχέσθω Ἀπολλώνιος · ἐὰν δὲ μὴ ἐκποιῆι κομίσασθαι ἀλλὰ προσοφειλήσῃ τι Ἀπολλώνιος Νεοπτολέμωι ἢ σιτικὸν ἢ χαλκικὸν, ἐπιγεωργείτω Νεοπτόλεμος τὸν κλῆρον τοῦ αὐτοῦ ἐκφορίου καὶ ὑπολογείτω ἐπὶ τῶι, ἕως ἂν τὰ αὑτοῦ κομίσηται. βεβαιούτω δὲ Ἀπολλώνιος Νεοπτολέμωι τὸν κλῆρον καὶ τοὺς κατασπαρέντας ἐν αὐτῶι καρποὺς καθʼ ἃ μεμίσθωκεν · ἐὰν δὲ μὴ βεβαιώσῃ κατὰ τὰ γεγραμμένα, ἀποτεισάτω Ἀπολλώνιος Νεοπτολέμωι ἐπίτιμον ἀργυρίου δραχμὰς χιλίας, ἐὰν μή τι βασιλικὸν κώλυμα γένηται · ἐὰν δέ τι βασιλικὸν κώλυμα γένηται, ἀποδότω Ἀπολλώνιος Νεοπτολέμωι τὰς ἑξήκοντα δραχμὰς τὸ πρόδομα καὶ ἐάν τι ἄλλο προσοφειλήσῃ παραχρῆμα · ἐὰν δὲ μὴ ἀποδῶι, ἀποτεισάτω ἡμιόλιον καὶ ἡ πρᾶξις ἔστω Νεοπτολέμωι παρὰ Ἀπολλωνίου πράσσοντι κατὰ τὸ διάγραμμα. ἡ δὲ συνγραφὴ ἥδε κυρία ἔστω οὗ ἂν ἐπιφέρηται · μάρτυρες.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- with highlights of People (omit)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

omit all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a person from the left

Select a date from the left

Select an abbreviation from the left