Unregistered user (18.117.92.199). Log in
I want to subscribe!

Have you remembered to use your institution's proxy or VPN?

Please log in or subscribe below:

I have a login

I want to subscribe

Please note that since 1 January 2020, full functionality of this page is reserved for registered users only.

X

TM 2847 Record to be adopted by: you?

Stable URI (with TM ID): www.trismegistos.org/text/2847

Information mentioned in this text

    TM 2847

    (text of Papyri.info of September 2016)

    Hover on a word for more info. Click on it to go to the detail page of the lemma.

    p.dion.19_1

    βασιλευόντων βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους δωδεκάτου τοῦ καὶ ἐνάτου, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων καὶ τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Περιτίου τρίτηι καὶ εἰκάδι, Χοιὰχ τρίτηι καὶ εἰκάδι, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας δέκα ἕξ, ἃς ἐκμεμέτρηται παρʼ αὐτοῦ, τόκων ἡμιολίων, ἀρτάβαις ὀκτώ · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας εἴκοσι τέσσαρες, ἀποδότω Διονύσιος Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ προγεγραμμένου ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας · ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον · ἡ πρᾶξις ἔστω Ἱππονίκωι καὶ τοῖς παρʼ αὐτοῦ τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε αὐτοῦ Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκ δίκης · ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη. μάρτυρες · Ἀπολλώνιος Πολυκράτου Πέρσης, Ἀρίμμας Διονυσίου Χαριστήριος, Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος, Διονύσιος Ἀπολλωνιου, Ἀπολλώνιος [.....] οἱ δύο Μακεδόνες τῶν φερομένων ἐν Κλεοπάτραι. συγγραφοφύλαξ · Ἀπολλώνιος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἀπέχω τὰς τοῦ πυροῦ ἀρτάβας εἴκοσι τέσσαρες καὶ ποιήσω καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Ἀπολλωνίωι. Ἀπολλώνιος ἔχω κυρίαν. ἔτους ιβ ὃ καὶ θ Χοιὰχ κγ ἐν κώμηι Τήνει τοῦ Μωχίτου · ἀναγέγραπται διὰ Θέωνος

    p.dion.19_2

    ἔτους ιβ τοῦ καὶ θ Χοιὰχ κγ · δάνειον Ἱππονίκου Πτολεμαίου πρὸς Διονύσιον Κεφαλᾶτος πυροῦ ἀρταβῶν κδ · ἀποδότω Παῦνι τοῦ αὐτοῦ ἔτους ἐπὶ τὸν τῆς Ἀκώριος ὅρμον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν · ἐπίτιμον τῆς ἀρτάβης χαλκοῦ δραχμαὶ Γ · συγγραφοφύλαξ · Ἀπολλώνιος.

    p.dion.19_3

    Ἱππονίκου Ἀπολλωνίου Πτολεμαίου Διονυσίου Διονυσίου Ἀρίμματος Ἀγήνορος Ἀπολλωνίου δάνειον Ἱππονίκου πρὸς Διονύσιον Κεφαλᾶτος πυροῦ ἀρταβῶν? κδ.

Display options

Text:

- semi-regularized text without diacritics (add)

- omitting line breaks (add)

- omitting links to TM Words e.a. (add)

add all

Highlights:

- without highlights of Places (add)

- without highlights of People (add)

- without highlights of Gods (add)

- without highlights of Text Irregularities (add)

- without highlights of Dates (add)

add all highlights

Letters only:

- without exclusive highlights of Formulae (add)

Select a date from the left

Select a text irregularity from the left

Select an abbreviation from the left