TM 3601
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
upz.2.199
Διονύσιος Διογένει χαίρειν καὶ ἐρρῶσθαι. ἐπεὶ ἀγνοήσαντες εἰς τὸν μέγιστον θεὸν Ἀμονρασοντὴρ ἐπεστείλαμεν κατὰ τὰς διαγραφὰς οὗ ἐώνητο γέρως πτεροφορίας ἀναλύσεις χρημάτων τῶν τῆς ὠνῆς ταλάντων σν, ἀφʼ ὧν καὶ ἀνείρητο ὁ θεοῖσιν ἐχτρὸς Ἁρσιῆσις εἰς λόγον τάλαντα ϙ, ὑπάρχει δὲ τοῖς ἱερεῦσι θέματα τοῦ ἱεροῦ πλοίου τοῦ Φαῶφι καὶ Παῦνι τοῦ μ |s-etous| ἔτους τάλαντα ν καὶ ἀνκυρῶν τῶν Παποηριείου ἄλλα τάλαντα μ γίνεται τάλαντα ϙ, ὥστʼ εἶναι τὰ ἴσα τοῖς κεχρηματισμένοις, προαιρούμεθα μεταδραμεῖν τὸ γεγονὸς ἀσέβημα καὶ εὐίλατον τὸν θεὸν ἔχειν τὸν καὶ ἀρχῆς καὶ νῦν σώζοντα ἡμᾶς, καὶ γὰρ ἃ ἐπὶ τῆς καταμετρήσεως τῶν νήσων αὐτοῦ πεποιήκαμεν, πᾶσιν εὔδηλά ἐστιν χωρὶς τῶν καὶ ἄλλων ὑφʼ ἡμῶν περιγεγονότων. καλῶς ποιήσεις τοῖς θέμασι τούτοις καταχρησάμενος ἀντὶ τῶν ἀνηλωμένων ταλάντων ϙ καὶ τὸν χρηματισμὸν ἔκ τε τῶν λόγων περιγράψας καὶ τὸν αὐτόγραφον σὺν τῆι ἐπιστολῆι ταύτηι ἀναπέμψας. τοὺς γὰρ ἱερεῖς πεπείκαμεν παραχωρῆσαι τὰ χρήματα, ἐφʼ ὧι πάλιν ἐκ τοῦ ἰδίου διορθωσόμεθα διὰ τὸ εὐλαβῶς ἔχειν ἡμᾶς τὰ πρὸς τὸν Ἀμενῶφιν καὶ τὸν Ὀσῖριν. διὸ καὶ ἐπιμνησθεὶς ὧν ηὐεργετήκαμέν σε ἀνθʼ ὧν σὺ ἀφήλικας ἡμᾶς συνκατατα?ράσσων τῶι τοῦ Παιοῦτος ὅσα ὑπʼ ὀλίγων ἡμερῶν εἰς τέλος μετασταθήσεται καὶ τὰ ἴδια προσαποβαλεῖ πάντως, ποίησον τὰ ὑποδεικνυόμενα καὶ τὸν χρηματισμὸν ἡμῶν πέμψον σὺν τῆι ἐπιστολῆι. εὖ γὰρ ἀπαντηθησόμεθά σοι ἀχαρίστωι ὄντι. ἐγλογίζου καὶ ὡς ἂν ἐπιτελέσης, διασάφησον. ἔρρωσο. ἔτους μ Φαῶφι ιζ.Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- with highlights of Places (omit)
- with highlights of People (omit)
- with highlights of Gods (omit)
- with highlights of Text Irregularities (omit)
- with highlights of Dates (omit)
Letters only:
- without exclusive highlights of Formulae (add)