TM 3603
(text of Papyri.info of September 2016)
Hover on a word for more info. Click on it to go to the detail page of the lemma.
upz.2.201_2
παρʼ Ἡρακλείδου τοῦ μεταχειριζομένου τὴν ἐν Διὸς πόλει τῆι Μεγάληι τράπεζαν. ὑπάρχοντος ἐνλείμματος ἀπὸ θέματος ἰδιωτικοῦ τοῖς ἱερεῦσι τοῦ Ἀμονρασονθὴρ καὶ τῶν συννάων θεῶν ἐπὶ τῆς αὐτῆς τραπέζης ἀπὸ τῶν διαγραφέντων ὑπὸ Ζμίνιος τοῦ Ὥρου καὶ Θοτορταίου τοῦ Ἁρσιήσιος τῶν παρʼ αὐτῶν χαλκοῦ ταλάντων σν, τὰ ἀναφερόμενα διὰ τῶν μηνιείων τῆς αὐτῆς τραπέζης ἐν τῶι ἐπʼ ἐσχάτῳ τῶν ἰδιωτικῶν θεμάτων λόγωι χαλκοῦ ἰσονόμου τάλαντα ρξ γίνεται τάλαντα ρξ. ἀναφέρομεν καθότι διασεσάφηται ἡμῖν διὰ τῆς ὑποκειμένης ἐπιστολῆς. ____ ἔτους μ Ἐπεὶφ κϛ. οἱ ἱερεῖς τοῦ Ἀμονρασονθὴρ καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Φιλομητόρων καὶ θεῶν Εὐεργετῶν Ἡρακλείδει χαίρειν. ὑπὲρ οὗ ἔχομεν ἐνλείμματος ἐφʼ ἧς μεταχειρίζει τραπέζης χαλκοῦ ταλάντων ρξ διασάφησον Παῶι τῶι στρατηγῶι τῆς Θηβαίδος καὶ Ἑρμίαι τῶι τραπεζίτηι τῆς Θηβαίδος, ὅπως εἰδῶσι. ____ ἔρρωσο. ἔτους μ Ἐπεὶφ κε. ἀντίγραφον ἐπιστολῆς τῆς γεγραμμένης Ἑρμίαι τῶι διαδεχομένωι. οἱ ἱερεῖς τοῦ Ἀμονρασονθὴρ μετὰ τὰ κοινὰ Ἑρμίαι χαίρειν. ὑπὲρ τοῦ ὑπάρχοντος ἡμῖν ἐνλείμματος ἐπὶ τῆς ἐν Διὸς πόλει τῆι Μεγάληι τραπέζης ἐπεὶ ὁ τραπεζίτης προενήνεκται, προνοήθητι ?, ὅπως τὴν ἀπόδοσιν ἡμῖν ποιήσηται, ἐὰν φαίνηται [---] πορισθῆναι Πειθολάωι τῶι θηβάρχηι [---] ὑπʼ ἄλλων τόπων πορισθήσεται [---]. ἔρρωσο. ἔτους μ Μεσορὴ ιδ. τοῖς γραμματεῦσι. ἐπισκεψαμένους ἀνενεγκεῖν τὸ ὑπάρχον αὐτοῖς θέμα καὶ τί εἰς τοῦτο ἀνείρηνται. ____ ἔτους μ Μεσορὴ ιε.upz.2.201_3
ἀνενήχθη τῶι Ἑρμίαι ἡ προκειμένη ἀναφορὰ ἔτους μ Μεσορὴ ιε.upz.2.201_4
πολυ[..]ρ[---]Display options
Text:
- semi-regularized text without diacritics (add)
- omitting line breaks (add)
- omitting links to TM Words e.a. (add)
Highlights:
- without highlights of Places (add)
- without highlights of People (add)
- without highlights of Gods (add)
- with highlights of Text Irregularities (omit)
- without highlights of Dates (add)
Letters only:
- without exclusive highlights of Formulae (add)